Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta Fragment 7.P.1
Not analysed yet
51. Παλαμήδης εὗρε τὸ ζ καὶ π καὶ φ καὶ χ στοιχεῖα. 52. Πίνδαρος ὁ λυρικὸς αἰτήσας τὸ κάλλιστον αὐτῷ δοθῆναι τῶν ἐν τῷ βίῳ, ἀθρόον ἀπέθανεν ἐν θεάτρῳ, ἀνακεκλιμένος εἰς τὰ τοῦ ἐρωμένου αὐτοῦ Θεοξένου γόνατα. 53. Πλάτων ὁ φιλόσοφος λέγεται μὴ γάμον τινὰ μηδὲ ὁμιλίαν σώματος καθάπαξ ἀνέχεσθαι. Φασὶ δὲ, ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ αὐτοῦ ἔγκυος γέγονεν, ἐπιφανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. Καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. Πλατὺς δὲ ὤν τὰ στέρνα ἢ τὸ μέτωπον Πλάτων προσηγορεύθη. Οἱ δὲ ὡς πλατὺν ἐν λόγοις οὕτω φασὶ κληθῆναι. Τίμων δὲ κωμῳδῶν αὐτὸν ἐν Σίλλοις φησί· Ὑῶν πάντων ἡγεῖτο πλατύστατος, ἀλλ ̓ ἀγορητὴς ἡδυεπὴς τέττιξιν ἰσογράφος, οἵ θ ̓ Ἑκαδήμου δένδρει ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱᾶσιν. Πρότερον γὰρ ἡ Ἀκαδημία τὸ χωρίον Ἑκαδημία ἐκαλεῖτο. Οὗτος μίξιν ἐποιήσατο τῶν τε Ἡρακλειτείων λόγων, Πυθαγορικῶν καὶ Σωκρατικῶν. Τὰ μὲν γὰρ αἰσθητὰ καθ ̓ Ἡράκλειτον, τὰ δὲ νοητὰ κατὰ Πυθαγόραν, τὰ δὲ πολιτικὰ κατὰ Σωκράτην ἐφιλοσόφει. Ὠφέληται δὲ πολλὰ παρ ̓ Ἐπιχάρμου. Φησὶ γὰρ ὁ Ἐπίχαρμος (l. ὁ Ἄλκιμος)· «Λέγουσιν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι, οἷον ἀκούουσαν, βλέπουσαν, τὰ δ ̓ αὐτὴν καθ ̓ αὑτὴν ἐνθυμεῖσθαι μηδὲν τῷ σώματι χρωμένην· διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. Ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν, ὅτι δεῖ τοὺ συνιδεῖν τὴν τοῦ παντὸς ἀρχὴν ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ ̓ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύτερον αὐτὸ καθ ̓ αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι· τρίτον δὲ τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσὶν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢ δεσποτείαν ἐνθυμουμένους ὅτι τὰ παρ ̓ ἡμῖν, διὰ τὸ μετέχειν ἐκείνων, ὁμώνυμα ἐκείναις ὑπάρχει· λέγω δὲ, οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ. Ἔστι δὲ τῶν εἰδῶν ἓν ἕκαστον ἀΐδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές. Διὸ καί φησιν ἐν τῇ φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα, τὰ δ ̓ ἄλλα ταύταις ἐοικέναι, τούτων ὁμοιώματα καθεστῶτα. Ὁ τοίνυν Ἐπίχαρμος περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει· Α. Ἆφ ̓ ἔστιν αὔλησίς τι πρᾶγμα; Β. Πάνου μὲν ὦν. Α. Ἄνθρωπος ὦν αὔλησίς ἐστιν; Β. Οὐδαμῶς. Α. Φέρ ̓ ἴδω; τίς αὐλητάς; τίς εἶμέν τοι δοκεῖ; ἄνθρωπος. Οὐ γάρ; Β. Πάνυ μὲν ὦν. Α. Οὐχ ὦν δοκεῖ οὕτως ἔχειν τοι καὶ περὶ τὠγαθῶ; τὸ μὲν ἀγαθὸν τὶ πρᾶγμ ̓ εἶμεν καθ ̓ αὖθ ̓ ὅστις δέ κα εἰδῇ μαθὼν τῆν ̓, ἀγαθὸς ἤδη γίγνεται. Οὗτος ὁ Πλάτων Χαβρίᾳ συνείπετο τῷ στρατηγῷ φεύγοντι θανάτου, μηδενὸς τῶν πολιτῶν τοῦτο πρᾶξαι βουληθέντος. Ὅτε καὶ ἀνιόντι αὐτῷ εἰς τὴν ἀκρόπολιν σὺν τῷ Χαβρίᾳ Κρωβύλος ὁ συκοφάντης ἀπαντήσας φησίν· «Ἄλλῳ συναγορεύσων ἥκεις, ἀγνοῶν ὅτι καὶ σὲ τὸ Σωκράτους κώνειον ἀναμένει;» Ὁ δ ̓ ἔφη· «Καὶ ὅτε ὑπὲρ τῆς πατρίδος ἐστρατευόμην, ὑπέμενον τοὺς κινδύνους, καὶ νῦν ὑπὲρ τοῦ καθήκοντος διὰ φίλον ὑπομενῶ.» Τοιοῦτος δὲ ὢν ὅμως ἐσκώφθη καὶ αὐτὸς ὑπὸ τῶν κωμικῶν. Θεόπομπος γοῦν φησίν· Ἔν γάρ ἐστιν οὐδὲ ἓν, τὰ δὲ δύο μόλις ἕν ἐστι, ὥς φησι Πλάτων. Ἀλλὰ καὶ Ἀναξανδρίδης· Ὅτε τὰς μορίας ἔτρωγεν ὥσπερ [καὶ] Πλάτων. Καὶ Τίμων παραγραμματίζων αὐτόν· Ὡς ἀνέπλαττε Πλάτων πεπλασμένα θαύματα εἰδώς. Ἄλεξις· Εἰς καιρὸν ἤκεις, ὡς ἔγωγ ̓ ἀπορουμένη ἄνω κάτω τε περιπατοῦσ ̓, ὥσπερ Πλάτων, σοφὸν οὐδέν ̓ εὔρηκ ̓, ἀλλὰ κοπιῶ τὰ σκέλη. Καὶ πάλιν· Λέγεις περὶ ὦν οὐκ οἶσθα συγγενῶς τρέχων Πλάτωνι, καὶ γνώσει λίτρον καὶ κρόμμυον. Ἄμφις Ἀμφικράτει· Τὸ δ ̓ ἀγαθὸν, ὅ τί ποτ ̓ ἐστὶν, οὖ τυγχάνειν μέλλεις διά ταύτην, ἦττον οἶδα τοῦτ ̓ ἐγὼ, ὦ δέσποτ ̓, ἢ τὸ Πλάτωνος ἀγαθόν. Ὁ Πλάτων περὶ μὲν ὧν κατείληφεν, ἀποφαίνεται, τὰ δὲ ψεύδη διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. Καὶ περὶ μὲν τῶν αὐτῷ δοκούντων ἀποφαίνεται διὰ τεσσάρων προσώπων, Σωκράτους, Τιμαίου, [τοῦ Ἀθηναίου ξένου, τοῦ Ἐλεάτου ξένου]· περὶ δὲ τῶν ψευδῶν ἐλεγχομένους εἰσάγει Θρασύμαχον, Καλλικλέα, Πῶλον, Γοργίαν. Ἔλεγε δὲ, τὴν μὲν ψυχὴν ἀρχὴν ἔχειν ἀριθμητικὴν, τὸ δὲ σῶμα γεωμετρικήν· ὡρίζετο δὲ αὐ- τὴν ἰδέαν τοῦ πάντη διεστῶτος πνεύματος, αὐτοκίνητόν τε εἶναι. 54. Πύρρων ὁ Ἠλεῖος Ἀναξάρχῳ συνακολουθῶν, καὶ τοῖς γυμνοσοφισταῖς καὶ τοῖς μάγοις συνέμιξεν. Οὗτος τὸ τῆς ἀκαταληψίας καὶ ἐποχῆς εἶδος εἰσήγαγεν· οὐδὲν γὰρ ἔφασκεν οὔτε καλὸν οὔτε αἰσχρὸν οὔτε δίκαιον οὔτε ἄδικον. Καὶ ὁμοίως ἐπὶ πάντων, μηδὲν εἶναι τῇ ἀληθείᾳ, νόμῳ δὲ καὶ ἔθει πάντα τοὺς ἀνθρώπους πράττειν· οὐ γὰρ μᾶλλον τόδε ἢ τόδε εἶναι ἕκαστον. Φασὶ δὲ αὐτὸν ἐκπατεῖν καὶ ἐρημάζειν, σπανίως ἐπιφαινόμενον τοῖς οἴκοι. Τοῦτο δὲ ποιεῖν ἀκούσαντα Ἰνδοῦ τινὸς ὀνειδίζοντος Ἀναξάρχῳ, ὡς οὐκ ἂν ἕτερόν τινα διδάξαι οὗτος ἀγαθὸν, αὐτὸς αὐλὰς βασιλικὰς θεραπεύων. Ἀεί τε εἶναι ἐν τῷ αὐτῷ καταστήματι· ὥστε, εἰ καί τις αὐτὸν καταλίποι μεταξὺ λέγοντα, αὑτῷ διαπεραίνειν τὸν λόγον. Πολλάκις τε καὶ ἀπεδήμει μηδενὶ προειπὼν, καὶ συνερέμβετο οἷστισιν ἤθελε. Καταληφθεὶς δέ ποτε αὑτῷ λαλῶν, καὶ ἐρωτηθεὶς τὴν αἰτίαν, ἔφη, μελετᾶν χρηστὸς εἶναι. Ἐν ταῖς ζητήσεσιν ὑπ ̓ οὐδενὸς κατεφρονεῖτο, διὰ τὸ [δι]εξοδικῶς λέγειν, καὶ πρὸς ἐρώτησιν. Οὕτω δ ̓ ὑπὸ τῆς πατρίδος ἐτιμήθη, ὥστε καὶ ἀρχιερεὺς κατέστη, καὶ δι ̓ ἐκεῖνον πᾶσι τοῖς φιλοσόφοις ἀτέλεια ἐψηφίσθη. Εὐσεβῶς καὶ τῇ ἀδελφῇ συνεβίω μαιευούσῃ. Καὶ φέρων εἰς τὴν ἀγορὰν, ἐπίπρασκεν ὀρνίθια, εἰ τύχοι, καὶ χοιρίδια. Καὶ τὰ ἐπὶ τῆς οἰκίας ἐκάθαιρεν ἀδιαφόρως. Καὶ χολήσας τι περὶ τῆς ἀδελφῆς (Φιλίστα ἀδιαφόρως. Καὶ χολήσας τι περὶ τῆς ἀδελφῆς (Φιλίστα ἐκαλεῖτο), πρὸς δὴ τὸν λαβόμενον εἶπεν, ὡς οὐκ ἐν γυναίῳ ἐπίδειξις τῆς ἀδιαφορίας. Καὶ κυνός ποτε ἐπενεχθέντος διασοβηθεὶς εἶπε πρὸς τὸν αἰτιασάμενον, ὡς χαλεπὸν εἴη [ὁλοσχερῶς] ἐκδῦναι τὸν ἄνθρωπον· διαγωνίζεσθαι δὲ πρῶτον μὲν ὡς οἷόν τε τοῖς ἔργοις πρὸς τὰ πράγματα, εἴ γε μὴ, τῷ γε λόγῳ. 55. Ποτάμωνα τὸν Μιτυληναῖον ῥήτορα εἰς τὴν πατρίδα ἐπανιόντα ποτὲ ὁ Καῖσαρ Τιβέριος τοιούτοις ἐφωδίαζε γράμμασι· «Ποτάμωνα τὸν Λεσβώνακτος εἴ τις ἀδικεῖν τολμήσει, σκεψάσθω, εἴ μοι δυνήσεται πολεμεῖν.»