# Fragmenta Fragment 7.S

Hesychius Milesius, Fragmenta, Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-milesius/fragmenta/Fragment%207.S

56. Σίβυλλα Ῥωμαϊκὴ λέξις ἐστὶν, ἑρμηνευομένη προφῆτις. Ὅθεν αἱ θήλειαι μάντιδες ἑνὶ ὀνόματι σίβυλλαι ὠνομάζοντο. Γεγόνασι δὲ Σίβυλλαι δέκα, ὧν πρώτη ἡ Χαλδαία ἡ περὶ χριστοῦ προφητεύσασα. Εἰ δὲ οἱ στίχοι αὐτῆς ἀτελεῖς εὑρίσκονται, καὶ ἄμετροι, οὐκ αὐτῆς ἡ αἰτία, ἀλλὰ τῶν ταχυγράφων, ἀσυμφθασάντων τῇ ῥύμῃ τοῦ λόγου· ἅμα γὰρ τῇ ἐπιπνοίᾳ ἐπέπαυτο ἡ τῶν λεγομένων μνήμη. 57. Στησίχορος ὁ λυρικὸς γράψας ψόγον Ἑλένης ἐτυφλώθη· πάλιν δὲ γράψας Ἑλένης ἐγκώμιον, ἀνέβλεψεν. Ἐκλήθη δὲ Στησίχορος, ὡς πρῶτος ἐν κιθαρῳδίᾳ στήσας χορόν· πρότερον γὰρ Τισίας ἐλέγετο. 58. Σαπφὼ ἡ Λεσβία δι ̓ ἔρωτα Φάωνος τοῦ Μιτυληναίου ἐκ τοῦ Λευκάτα κατεπόντισεν ἑαυτήν. 59. Σοφοκλῆς ὁ τραγικὸς μέλιττα ἐκαλεῖτο διὰ τὸ ἡδύ. 60. Σώφρων Συρακούσιος, Ἀγαθοκλέους, ἔγραψε καταλογάδην Δωρίδι διαλέκτῳ μίμους ἀνδρείους καὶ γυναικείους. Καί φασι Πλάτωνα τὸν φιλόσοφον ἀεὶ ἐντυγχάνειν αὐτοῖς, ὡς καὶ καθεύδειν ἐπ ̓ αὐτῶν ἔσθ ̓ ὅτε. 61. Στίλπων ὁ Μεγαρεὺς τοιοῦτον εὑρησιλογίᾳ καὶ σοφιστείᾳ προῆγε τοὺς ἄλλους, ὥστε μικροῦ δεῆσαι πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. Ἀπέσπασε μὲν οὖν καὶ ἄλλους πολλοὺς, Δίφιλον δὲ τὸν Βοσποριανὸν καὶ Μύρμηκα τὸν Ἐξαινέτου, Δίφιλον δὲ τὸν μένους ὡς ἐλέγξοντας, ζηλωτὰς ἔσχε. Τοῦτον ἀπεδέχετο καὶ Πτολεμαῖος ὁ Σωτήρ· καὶ ἐγκρατὴς Μεγάρων γενόμενος, ἐδίδου τε ἀργύριον αὐτῷ, καὶ παρεκάλει εἰς Αἴγυπτον συμπλεῖν. Ὁ δὲ μέτριον μέν τι τἀργυριδίου προσήκατο, ἀρνησάμενος δὲ τὴν ὁδὸν, μετῆλθεν εἰς Αἴγιναν, ἕως ἐκεῖνος ἀπέπλευσεν. Ἀλλὰ καὶ Δημήτριος ὁ Ἀντιγόνου καταλαβὼν τὰ Μέγαρα, τήν τε οἰκίαν αὐτοῦ φυλαχθῆναι, καὶ πάντα τὰ ἁρπασθέντα προὐνόησεν ἀποδοθῆναι. Ὅτε καὶ βουλομένῳ παρ ̓ αὐτοῦ τῶν ἀπολωλότων ἀναγραφὴν λαβεῖν, ἔφη μηδὲν τῶν ἰδίων ἀπολωλεκέναι· παιδείαν γὰρ μηδένα ἐξενηνοχέναι, τὸν τε λόγον ἔχειν καὶ τὴν ἐπιστήμην. Καὶ αὐτῷ διαλεχθεὶς περὶ ἀνθρώπων εὐεργεσίας, οὕτως εἷλεν ὥστε προσέχειν αὐτῷ. Ἦν δὲ ἀληθῶς κομψότατος καὶ ἀφελὴς καὶ ἀνεπίπλαστος πρὸς τε τὸν ἰδιώτην εὔθετος. Οὗτος ἀνεπίπλαστος πρός τε τὸν ἰδιώτην εὔθετος. Οὗτος ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον· «Ὦ Κράτης, εἶπε, δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ», ἤτοι νοῦ καὶ ἱματίου. Καὶ ὃς παρῳδήσας εἶπεν εἰς αὐτὸν οὕτω· Καὶ μὴν Στίλπων ̓ εἰσεῖδον χαλέπ ̓ ἄλγε ̓ ἔχοντα ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. Ἐνθάδ ̓ ἐρίζεσκεν, πολλοὶ δ ̓ ἀμφ ̓ αὐτὸν ἑταῖροι· τὴν δ ̓ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον. Οὗτος ὁ Στίλπων γηράσας καὶ νοσήσας οἶνον προσήκατο, ὡς τάχιον ἀποθάνῃ· ὃ καὶ γέγονεν. Οὗτος ἀνῄρει τὰ εἴδη· καὶ ἔλεγε τὸν λέγοντα ἄνθρωπον εἶναι μηδένα· οὔτε γὰρ τόνδε εἶναι οὔτε τόνδε· τί γὰρ μᾶλλον τόνδε ἢ τόνδε; οὐδ ̓ ἄρα τόνδε. Καὶ πάλιν· τὸ λάχανον οὐκ ἔστι τὸ δεικνύμενον· λάχανον γὰρ ἦν πρὸ μυρίων ἐτῶν· οὐκ ἄρα ἐστὶ τοῦτο λάχανον.

---

HESYCHIUS MILESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2274.tlg007.local002/.
