# Fragmenta Fragment 7.X

Hesychius Milesius, Fragmenta, Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-milesius/fragmenta/Fragment%207.X

47. Ξάνθος, Λυδὸς ἱστορικὸς, ἐν τῇ δευτέρᾳ τῶν Λυδιακῶν ἱστοριῶν φησὶν ὅτι πρῶτος Γύγης ὁ Λυδῶν βασιλεὺς γυναῖκας εὐνούχισεν, ὅπως αὐταῖς χρῷτο ἀεὶ νεαζούσαις. 48. Ξενοκράτης ὁ φιλόσοφος, πέμψαντος αὐτῷ τοῦ Μακεδόνος Ἀλεξάνδρου χρυσοῦ τριάκοντα τάλαντα, ἀπέπεμψεν, εἰπὼν βασιλέα δεῖσθαι χρημάτων, οὐ φιλόσοφον. Ἀντιπάτρου τοῦτον, οὐ πρότερον ἀντιπροσηγόρευσε, πρὶν ἢ τὸν λόγον, ὂν ἔλεγε, διαπεράνασθαι. Ἀτυφότατος δὲ ὢν, πολλάκις ἑαυτῷ τῆς ἡμέρας ἐμελέτα, καὶ ὥραν μίαν, φασὶν, ἀπένεμε σιωπῇ. Ἀθηναῖον δ ̓ ὅμως αὐτὸν τοιοῦτον ὄντα ἐπίπρασκόν ποτε, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι· καὶ αὐτὸν ὠνεῖται Δημήτριος ὁ Φαληρεὺς, καὶ ἑκάτερον ἀποκατέστησε, Ξενοκράτει μὲν τὴν ἐλευθερίαν, Ἀθηναίοις δὲ τὸ μετοίκιον. 49. Ξενοφάνης ὁ Κολοφώνιος ἔλεγε τέσσαρα εἶναι τῶν ὄντων στοιχεῖα, κόσμους δ ̓ ἀπείρους, (οὐ) παραλλάκτους δέ· τὰ νέφη συνίστασθαι, τῆς ἀφ ̓ ἡλίου ἀτμίδος ἀναφερομένης καὶ αἰρούσης αὐτὰ εἰς τὸ περιέχον. Οὐσίαν θεοῦ σφαιροειδῆ, μηδὲν ὅμοιον ἔχουσαν ἀνθρώπῳ· ὅλον δὲ ὁρᾶν καὶ ὅλον ἀκούειν, μὴ μέντοι ἀναπνεῖν. Σύμπαντά τε εἶναι νοῦν καὶ φρόνησιν καὶ ἀΐδιον. Πρῶτός τε ἀπεφήνατο, ὅτι πᾶν τὸ γινόμενον φθαρτόν ἐστι, καὶ ἡ Ψυχὴ πνεῦμα. Ἔφη τε καὶ τὰ πολλὰ ἥσσω νοῦ εἶναι. Καὶ τοῖς τυράννοις ἐντυγχάνειν ἢ ὡς ἥκιστα ἢ ὡς ἥδιστα. Ἐμπεδοκλέους εἰπόντος αὐτῷ, ὅτι ἀνεύρετός ἐστιν ὁ σοφὸς, «Εἰκότως, ἔφη· σοφὸν γὰρ εἶναι δεῖ τὸν ἐπιγνωσόμενον τὸν σοφόν.» Πρῶτος δὲ εἶπεν, ἀκατάληπτα εἶναι τὰ πάντα.

---

HESYCHIUS MILESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2274.tlg007.local002/.
