# Fragmenta Fragment 7.Z

Hesychius Milesius, Fragmenta, Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-milesius/fragmenta/Fragment%207.Z

30. Ζήνωνα τὸν Κιττιέα ἐθαύμαζεν Ἀντίγονος ὁ βασιλεύς· ἐρωτηθεὶς δὲ, διὰ τί θαυμάζει αὐτὸν, «Ὅτι, ἔφη, πολλῶν καὶ μεγάλων δεδομένων αὐτῷ ὑπ ̓ ἐμοῦ οὐδέποτε ἐχαυνώθη οὐδὲ ταπεινὸς ὤφθη.» Οὗτος πρὸς τὸν καλὸν εἰπόντα, ὅτι οὐ δοκεῖ [αὐτῷ] ἐρασθήσεσθαι ὁ σοφὸς, «Οὐδὲν ἀθλιώτερον, ἔφη, ἡμῶν ἔσται τῶν καλῶν, εἰ μὴ ἡμεῖς ἐρασθησόμεθα.» Τούτου λέγοντος, ὡς οὐ λυπηθήσεται ὁ σοφὸς, διάπειραν βουληθεὶς λαβεῖν ὁ βασιλεὺς Ἀντίγονος, ἐποίησεν αὐτῷ πλαστῶς ἀγγελῆναι, ὡς εἴη τὰ χωρία αὐτοῦ πρὸς τῶν πολεμίων ἀφῃρημένα, καὶ ἡ γυνὴ καὶ οἱ παῖδες· τοῦ δὲ σκυθρωπάσαντος, «Ὁρᾷς, ἔψη, ὅτι οὐκ ἔστιν ὁ πλοῦτος ἀδιάφορον,» 31. Ζήνων ὁ Ἐλεάτης ἔλεγε κόσμον εἶναι, κενόν τε μὴ εἶναι· γεγενῆσθαι δὲ τὴν τῶν ὑδάτων φύσιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, λαμβανόντων αὐτῶν εἰς ἄλληλα τὴν μεταβολήν· γένεσίν τε ἀνθρώπων ἐκ γῆς εἶναι, καὶ ψυχὴν κρᾶμα ὑπάρχειν ἐκ τῶν προειρημένων, κατὰ μηδενὸς τούτων ἐπικράτησιν. Τοῦτόν φασι λοιδορούμενον ἀγανακτῆσαι, αἰτιασαμένου δέ τινος φάναι· «Εἰ μὴ λοιδορούμενος προσποιοῦμαι, οὐδὲ ἐπαινούμενος ἡσθήσομαι.»

---

HESYCHIUS MILESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2274.tlg007.local002/.
