Ancient Greek · ~2 min
Section 17
HESYCHIUS MILESIUS, Patria Constantinopoleos (+ liber vi operis Historia Romana atque omnigena) (variae lectiones e cod. Angelico gr. 22) 17
Not analysed yet
Post λόφον inserit Ang haec: Οὗτος οὖν ὁ Αἷμος πολεμήσειν μέλλων τὸν Βύζαντα χρησμοὺς ᾐτεῖτο παρ' Ἀπόλλωνος καὶ τοιούτους ἐλάμβανεν· Οὔ σέ γε Φοῖβος ἄνωγεν ἀμείνονι φωτὶ μάχεσθαι, κείνου γὰρ θεὸς αὐτὸς ἑὴν ὑπερέσχεθε χεῖρα, ὃν πάσα γῆ τρομέει καὶ οὐρανὸς εὐρὺς ὕπερθεν. Καὶ ταῦτα μὲν τῷ Αἵμῳ ὁ χρησμὸς προηγόρευσεν· ἐγὼ δὲ τὴν ἄνωθεν περὶ τὸ Βυζάντιον τοῦ θεοῦ θαυμάζω πρόνοιαν, ὅπως ἀεὶ σύνηθες τῷ φιλανθρώπῳ θεῷ, διὰ τὴν πρόγνωσιν ἣν ἔχει προλαμβάνειν ἀεὶ ταῖς εὐεργεσίαις τοὺς περὶ αὐτὸν εὐσεβεῖν μέλλοντας, ὡς καὶ τοὺς χρησμοὺς εἰ καὶ ἐκ τῶν ἐναντίων, ἀλλ' ὅμως τῷ Βυζαντίῳ λυσιτελήσειν μέλλοντας ἀναδίδοσθαι.