# Epistula Ad Eulogium 16.1

Hesychius, Epistula Ad Eulogium, 16.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/epistula-ad-eulogium/16.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/epistula-ad-eulogium/16.1

λέξεων. ΗΣΥΧΙΟΣ ΓΡΑΜΜΑΤΙΚΟΣ ΑΛΕΞΑΝΔΡΕΥΣ ΕΤΥΜΟΛΟΓΙΩΙ ΤΩΙ ΕΤΑΙΡΩΙ ΧΑΙΡΕΙΝ Πολλοὶ μὲν καὶ ἄλλοι τῶν παλαιῶν τὰς κατὰ στοιχεῖον συντεθεῖκασιν λέξεις, οἷ πάντων ἔμοι προσφιλέστατε Εὐλόγιε· ἀλλ’ οἱ μὲν τὰς Ὁμηρικὰς μόνας, ὡς Ἀππίων καὶ Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου· οἱ δὲ τὰς χωρικὰς ἰδίᾳ καὶ τὰς τραγικὰς, ὡς Θέων καὶ Λίδυμος καὶ ἕτεροι τοιοῦτοι. ὁμοῦ δὲ πάσας τούτων οὐδὲ εἷς. Διογνιανὸς δὲ τις μετὰ τούτους γεγονὼς, ἀνὴρ σπουδαῖος καὶ φιλόκαλος, τὰ τε προειρημένα βιβλία καὶ πάσας τὰς σποράδην παρὰ πᾶσι κειμένας λέξεις συναγαγὼν, ὁμοῦ πάσας καθ’ ἕκαστον στοιχεῖον συνέθειχε· λέγω δὴ τὰς τε Ὁμηρικὰς, καὶ χωρικὰς, καὶ τραγικὰς, τὰς δὲ παρὰ τοῖς λυρικοῖς καὶ παρὰ τοῖς ῥήτορσι κειμένας· οὐ μὴν ἀλλὰ καὶ (τὰς) παρὰ τοῖς ἰατροῖς τὰς τε παρὰ τοῖς ἱστοριογράφοις. συλλήβδην δὲ ὁμοῦ οὐδεμίαν λέξιν [ὥστε] παρέλιπε, οὔτε τῶν παλαιῶν, οὔτε τῶν ἐπ’ ἐκείνου γεγεννημένων. προέθηκε δὲ κατ’ ἀρχὴν ἑκάστης λέξεως τριῶν ἢ τεσσάρων στοιχείων τάξιν, ἵν’ οὕτως εὐμαρεστέραν ἔχῃ τὴν εὕρεσιν ἣς ἐπιζητεῖ τάξεως ὁ τοῖς βιβλίοις ἐντυγχάνειν προαιρούμενος. καὶ πρὸς τούτοις, ὅσας οἷός τε ἦν παροιμίας εὑρεῖν, οὐδὲ ταύτας παραλιπὼν ἐπέγραψε τὰ βιβλία Περιεργοπέννητας ταύτῃ χρησάμενος τῇ διανοίᾳ· ἠξίτο γάρ, οἶμαι, μὴ μόνοις πλουσίοις, ἀλλὰ καὶ τοῖς πένησι τῶν ἀνθρώπων χρησιμεύσειν τε καὶ ἀντὶ διδασκάλων ἀρκέσειν αὐτά, εἰ μόνον περιεργασάμενοι πανταχόθεν ἀνευρεῖν ταῦτα δυνήσονται καὶ ἐγκρατεῖς αὐτῶν γενέσθαι. Ἐπαινῶ μὲν ἔγωγε τὸν ἄνδρα καὶ τῆς φιλοκαλίας καὶ τῆς σπουδῆς, ὅτι χρησιμωτάτην πραγματείαν καὶ τοῖς σπουδαίοις τῶν φιλόλογων ὠφελιμωτάτην χορηγίαν πρὸς ἅπασαν παιδείαν προείλετο παρέχειν. ἐβουλόμην δὲ αὐτὸν μήτε τὰς πλείους τῶν παροιμιῶν ψιλῶς καὶ ἄνευ τῶν ὑποθέσεων τεθεῖσθαι, μήτε τὰς ἐζητημένας τῶν λέξεων οὐκ ἐχούσας τὰ τε τῶν κεχρημένων ὀνόματα καὶ τὰς τῶν βιβλίων ἐπιγραφὰς ἐνθα φέρονται, τὰς τε πολυσήμους αὐτῶν παραδραμεῖν καὶ ἀσαφεῖς παραλιπεῖν, δέον [δὲ] καὶ ἐν ταύταις ἑκάστης διαφόρου διανοίας τὴν παράστασιν ἀπὸ τῆς τῶν χρησαμένων μνήμης παρασχεῖν. ἃτινα σύμπαντα καὶ (τῆς) παρ’ ἡμῶν ἐπιμελείας δεηθέντα κατὰ δύναμιν τετύχηκε πάσης, ἐνδοτέρω κειμένης τῆς τῶν φιλεπιτιμητῶν μνήμψεως. Οὐ γὰρ ὀκνήσω μετὰ παρρησίας εἰπεῖν, ὅτι τῶν Ἀριστάρχου καὶ Ἀππίωνος καὶ Ἡλιοδώρου λέξεων εὐπορήσας, καὶ τὰ βιβλία προ(σ)θεὶς Διογενιανοῦ, ὃ πρῶτον καὶ μέγιστον ὑπάρχει πλεονέκτημα δαιτὸς κατὰ τὸν γραμματικὸν Ἡρωδιανόν, αὐτὸς ἰδίᾳ χειρὶ γράφων ἐγὼ COD. παρέλιπεν, ἐπιγράψας | τας ταύτῃ χρησάμενος

---

Hesychius, Epistula Ad Eulogium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001740.
