# Epistula Ad Eulogium 18.1

Hesychius, Epistula Ad Eulogium, 18.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/epistula-ad-eulogium/18.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/epistula-ad-eulogium/18.1

μestà πάσης ὀρθότητος καὶ ἀκριβεστάτης γραφῆς, λέξιν μὴν οὐδεμίαν παρέλιπον κειμένην ἐν αὐτοῖς, ἀλλὰ καὶ πλείστας οὐχ εὑρὼν προστέθεικα. ἐκείνην δὲ γράφειν ἀξιώσας, ἥς εὕρισκον καὶ τὴν διάνοιαν τέλος περιέχουσαν καὶ τὴν φράσιν μετὰ τοῦ δοκίμου σαφῆ, ταῖς παροιμίαις ἀποδέδωκα τὰς ὑποθέσεις· καὶ τῶν πλειον(ο-σῆμ)ων λέξεων καὶ σπανίως εἰρημένων οὐ μόνον αὐτῶν τῶν χρησαμένων τὰ ὀνόματα προσέγραφα, ἀλλὰ καὶ τὰς ἐπιγραφάς, πάντων μὲν ἀπὸ τῶν ἀντιγράφων προστιθείς, οὐδαμοῦ δὲ πονεῖν παραιτησάμενος, ὡς ἂν μὴ καὶ αὐτὸς μέμψιν ὀφλήσαιμι δικαίως τινά, καὶ οἷς ἐγκαλῶ Λιογενιανῷ πεπτωκὼς φανείην. Καὶ πληρώσας τὴν πραγματείαν, ὅσον εἰς ἀνθρωπίνην ἐλήλυθε κρίσιν τέλος γεγενημένην, εἰ μὴ πού τις ἢ σαφὴς οὖσα λέξις, ἢ οὐκ ἀναγκαία παραλέλειπται, ἀπέστειλα πρὸς τὴν σὴν ἀναμφίλεκτον φιλίαν, πεπεισμένος μὲν εἶναι τὸ κτῆμα μετὰ δὲ τὴν σὴν καὶ μειζόνων ἀξίαν ὑπάρχουσαν. εὔχομαι δὲ τῷ Θεῷ σωζόμενον σε καὶ ὑγιαίνοντα χρήσασθαι τοῖς βιβλίοις. [Δεῖ εἰδέναι τὸν λέξιν τινὰ ζητοῦντα ἐν τῷ λεξικῷ τούτῳ, ὅτι, εἰ σύνθετός ἐστιν ἡ λέξις ἣν ζητεῖ, πολλάκις διαιρῶν αὐτὴν εἰς τὰς ἐξ ὧν σύγκειται εὑρίσκει αὐτῆς τὴν ἐρμηνείαν ἐν τῷ ἀρχτικῷ αὐτῆς γράμματι ἑνὸς τῶν μερῶν αὐτῆς. οἷον· ἀνθρωποεἰκελος μὲν, ὡς κεῖται ἐν συνθέσει, οὐκ ἔχει, ἐὰν δὲ διέλῃς τὴν λέξιν καὶ ζητήσῃς ἐν τῷ εἰ[κω], εὑροῖς ἂν ,εἴκελος· ὅμοιος,' ὡς εἶναι τὴν πᾶσαν λέξιν ἀνθρώπῳ ὅμοιος. καὶ ἐπὶ πολλῶν λέξεων τοῦτο ποιῶν πολλάκις. ὡς εἴρηται, εὑρίσκεις τὸ ζητούμενον.]

---

Hesychius, Epistula Ad Eulogium. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001740.
