# Lexicon (Π-Ω) 711.55-712.61

Hesychius, Lexicon (Π-Ω), 711.55 to 712.61. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon-2/711.55
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon-2/711.55

ὠστήρ· σφῦρα (cf. ῥαιστήρ) ὠστήριον· φρενῶν (Trag. inc.) κίνημα, καὶ παρορμητικόν (573). ῥῶσαι γὰρ τὸ εἰς ἀλκὴν παρορμῆσαι ὠστικόν· ὁρμητικόν ὠ̄στρον· ξμβολον ὠ̄ται· ἵσταται ὠτιγγες· πληγαὶ ὕφαιμοι διακεκομμένα (553) ὠ̄χειν· βρύχειν τοῖς ὀδοῦσι (559) (ὠ̄χμάδας·) ὠγáδας. ῥαγáδας γῆς ὠχμοῖς· ῥήξεσιν, ἢ ῥηγμοῖς ὠχμὸς (Ψ 420)· βάθος γῆς ὠψ· βοτάνη ἁπαλή Σ Σαβάζιος (Ar. Lys. 388)· ἐπώνυμον Διονύσου. οἱ δὲ υἱὸν Διονύσου· καὶ Σάβον ἐνίοτε καλοῦσιν αὐτόν. Φρύξ δὲ ὁ Σαβάζιος Χίοι σαβακτίδες· ὀστράκινα ζῷδια σαβακῶς· αὐστηρῶς, ξηρῶς (281), τρα- χίως σαβάξας· διασκεδάσας, διασαλεύσας †σάβειρος· σάβειρος, σάβειος, χώρας †σαβήρον· τὸ δακτύλιον σάβηττοι· κώνωπες (1316) Σαβός· βαχχεῖα σάβυντος· εἶδος ξυρήσεως εἰς καλλωπι- σμόν· πότερον δὲ τοῦ κώγανος, ἢ τῆς κεφαλῆς, ἄδηλον. τινὲς δὲ τὸ γυναικεῖον σάγαρις· πελέκιον μονόστομον. †φαρέτρα. ?σάγανα· σκεπάσματα. περιβόλαια [18—22] (Σαγγάριος [Γ 187]· ποταμὸς Λυδίας καὶ Φρυγίας) ἢ ψάγδας <q. v.> ἢ περιβόλαιον, σκέπασμα (σάγην·) τὸν θύλακον· ἄλλοι δὲ σάκταν λέγουσιν ὀδοιπορικὸν θύλακον σαγηνεύειν (Herod. VI 31)· θηρεύειν. al- χμαλωτίζειν. ἢ ἁλιεύειν σαγηνεύσαντες (Herod. III 149)· τοὺς πο- λιορκηθέντας δικτύοις ἕθος .... †οἱς καὶ σαγηνεύειν τοῦτο Ἕλληνες σαγήνη· πλέγμα τι ἐκ καλάμων εἰς θήραν ἰχθύων [Δάκωνες †σαγείρετον· μετακλέπτην σαγίς· πήρα †σαγλῶδες· πλαδαρὸν σῶμα σάγμα (Eur. Andr. 617)· τὸ ἐλυστρον τῆς ἀσπίδος σάγος· μέρος τι τῆς πανοπλίας σάγουρον· γυργάθιον Σάγραι· ἔθνος Αἰθιόπων (251) †σαγροῖς· κοπὶς. ἢ πέλεκυς σαγύριον· ἄρτου κλάσμα (σάγυρι?) σάθα· μόρια 39 σαθαρυγά· ταραχή 41 σάθη (Archil. fr. 95)· τὰ ἀνδρεῖα ἀναχθὲν σαθρά· ἀσθενῆ. κεκλασμένα σάθραξ· φθείρ σάθων (Telesclid.)· ὑποχόρισμα ἐπὶ παιδίων ἀρρένων, ἐπὶ τοῦ αἰδοίου 46 †σαϊκίς· δειλός (480) 48. 49 σαϊκωνίσαι (Ar. Plut. 681)· διασαϊκωνίζει, τὸ κινηθῆναι ἁπαλῶς σαίνει· κολακεύει, προσηγνεύεται. τινάσσει ἀσκάζεται. θωπεύει 52 †σαϊνιχρίζει· ἐκτρέφει σαίνουροι καὶ σαινουρίδες· οἱ τὰς οὐ- ρὰς συνεχῶς κινούντες ἵπποι καὶ κῖνες Σάϊοι· πολέμιοι. νεκροί. καὶ ἴθνες, οἱ πρό- σαίρει· κοσμεῖ, φιλοχαλεῖ, καλλύνει σαίρειν· σαρῶν, κοσμεῖν †σαϊρός· σαρὸς †σαῖς· κοῦφος, χάρος Σαισαρία· ἡ Ἐλευσὶν πρότερον σαιστός· ἔλαια θλαστὴ (56) Σακάδ(ε)ιον· εἶδος μουσικοῦ ὀργάνου σάχαια (Ctesias)· ἡ Σκυθικὴ ἑορτή

---

Hesychius, Lexicon (Π-Ω). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003622.
