# Lexicon (Π-Ω) 725.6-65

Hesychius, Lexicon (Π-Ω), 725.6 to 725.65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon-2/725.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon-2/725.6

σκάμαια· κύων Σκαμ†μάδες· πόρναι [28. 29] σκαμβάλλει· ἀκηδί.. σκαμβάλυξ· σκαμβός, στρεβλός σκαμβηρίζοντες· ὀλισθαίνοντες σκαμβίς· θερμοποτίς, λαχ ρ σκαμβός· στρεβλός σκάμβυκες (Aeol.)· σκόλοπες, χάρακες (845) Σκαμβωνίδαι (Ar. Vesp. 81)· δῆμος τῆς Λεοντίδος φυλῆς †σκαμφυσεῖ· μεμφιμοιρεῖ, ἀγανακτεῖ σκαμωνία (Theophr. IV 5, 1)· εἶδος βοτάνης σκάναμα· τόπος πρὸς τὸ εὖ στιβάσασθαι †σκανα...ντα· ἐπιχάλχ.. παρὰ (fr. 93) Σω-φρονίῳσκανὰς πορεύση ἐν τῇ ἀσπίδι. Καλ-λίας δὲ σκεῦος σκανδάληθρ’ ἱστάς (Ar. Ach. 687) καὶ σκάνδαλον· τὸ ἐν ταῖς μυάγραις σκάνδαλος· ἐμποδισμὸς Σκάνδεια· χωρίον ἢ πόλις (K 268?). καὶ εἶδος περικεφαλαίας σκάνδιξ (Ar. Ach. 378)· λάχανον ἄγριον, παρὸ καὶ σκανδικοπώλην τὸν Εὐριπί-δην λέγουσιν, ἐπειδὴ λαχανοπωλητρίας υἱὸν αὐτὸν εἶναι φασί σκάνδυκες· σκόλοπες, χάρακες (835) σκανεύεσθαι· ἐπαρι(σ)τερεύεσθαι σκάνθαν· κράββατον σκάνιξ· ἐπαρίστερα †σκᾶνος· αἰτία. κώλυμα σκαπανεὺς (Lycoph. 652)· σκαφεύς σκαπάνη (Theophr. CP. III 25)· σκαφε(ῖ)ον. δρύγιον. δίκελ(λ)α σκαπάνιον· ἡ βακτηρία. ἄλλοι σκίπωνα σκάπαρδος· ὁ ταραχώδης. καὶ ἀνάγωγος σκαπέρδα· ἐν τοῖς Διονυσίοις ἀγομένη πη- γνυμένης δοκοῦ ἀνδρομήκους καὶ τετραμέ- νης διεῖρται διὰ ...... σχοινίον· καὶ δι’ οἱ ἀγωνιζόμενοι ἀντίους ἀλλήλοι(ς) τοῖς νώτοις ἔχοντες ..... καὶ πᾶν τὸ δυσχερὲς σκαπέρδα λέγεται καὶ ὁ πάσχων σκι- πέρδης ρῆσαι σκάπετος· τάφρος. ἄλλοι τάφος σκάπος· κλάδος. καὶ ἄνεμος ποίους σκάπτει (Eur. H. f. 999)· ὀρύττει σκάραιβον· αἱμοποιοῦν σκαρδαμύττειν (Eur. Cycl. 626)· τὸ πυ- κνῶς καταμύειν καὶ ἀναβλέπειν τοῖς ὀμ- μασι σκαρθμοί· κινητοὶ (ad εὐσκαρθμοι). σκι- ρισμοί σκαρθμοῖς· κινήσει. δρόμοις. χρηπίσι. λε- κτισμοῖς. καὶ υἱὸς Τεύχρου ἀναγράφεται σκαρία· παιδιά <804> σκαρίδες· εἶδος ἑλμίνθων σκαρίζεται· ταράττεται. βράζει σκαριφᾶσθαι· ξύειν. σκάπτειν. γράφειν. ὅθεν καὶ ὁ (σ)κάριφος σκάριφος· ξέσις. γραφή. μίμησις ἀκριβοῦς τύπου σκάρκη· Θρᾳκιστὶ ἀργύρια σκαρπαδεῦσαι· κρῖναι <855> σκάρτας (Dor.)· ταχύς σκαρφᾶσθαι· σχεδάννυσθαι <σκαρι—> [72] †σκαρφυῆς· ἰσχυρός σκαρφῶν· εἶδος καμίνου ἐν τῷ Μεταλλικῷ σκάφαι· ὀψοπλύνια σκάφαλος· ἀντλητήρ Σκαφηφόροι (Theophr.)· οἱ μέτοικοι οὕ- τως ἐκαλοῦντο· σκάφας γὰρ ἔφερον ἐν τοῖς Παναθηναίοις, ἵνα ὡς εὖνοι ἀριθμῶνται

---

Hesychius, Lexicon (Π-Ω). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003622.
