# Lexicon (Π-Ω) 755.26-756.38

Hesychius, Lexicon (Π-Ω), 755.26 to 756.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon-2/755.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon-2/755.26

σύμπλους (Eur. Heracl. 216)· συνοδευτής συμποδίζει· χωλύει συμποθέν· καταποθέν ?συμποδιστής· ὦμος ἐκ τοῦ ἴσου σύμπορπον· τὸν μὴ ῥαφαῖς συνειλημμένον κατὰ τοὺς ὤμους χιτῶνα ...... συμπόσιον· τόπος εὐωχίας καὶ πόσεως 1408 σύμψηφος συμπαράξει (2426)· βοηθήσει, συνάξει (—ήσει), συλλαβεῖ σύμπτωμα· συνάντημα. συμβεβηκὸς ἐξάκου συμφανές· φανερόν συμφανής· φανερός συμφέρει· ἀρμόζει. †ἀγαθόν. συνάδει. συν- (ευ)τυχεῖ, συντυγχάνει συμφέρεσθαι· συμφωνεῖν, συναρμόττειν, ἀκολουθεῖν, συντυγχάνειν συμφέρον· συνοιστόν (—οῖσον) συμφερτή (N 237)· συμφορητή, συνακτή συμφήτωρ· μάντις. μάρτυς συμφθείς· συντριβείς (σύμφοιτον· συμπορευόμενον) cf. 2371 συμφορά· συντυχία. σύμπτωτα. ἀτυχία συμφορήσας (Herod. V 92)· ἀθροίσας, συναγαγών (συμφόρησις· σύναξις) συμφορτίας (—ητάς)· συμπεφορρημένης, συμμίχτου σύμφορον· ἁρμόζον, χαλόν, συμφέρον, σύμφωνον σύμφορος λιμός (Hesiod. Opp. 300)· ὁ συμπίπτων, καὶ συνών †σύμφρα· θυσία τῷ Ἀπόλλωνι τελουμένη συμφρατσθήμεν· καταπληθῆναι †συμφράξαι· συμφράσαι συμφυᾶ· ὁμοφυᾶ (—ῆ) σύμφυλον τάγμα συμφυράσονται· συμμιγήσονται (Iesai. XIII 8?) σύ(μ)φυτον· συνόν σύμφυτος· ἡ νεκτάρια ρίζα, ἣν ἔνιοι ἑλένιον, ἔνιοι δὲ μηδίκην συμφώνων· ὁμοίων †συμψηφά· συμψηλαφά σύμψηφος (Plat.)· ὁ τὰ αὐτὰ φρονῶν, καὶ κατατιθέμενος σύν· ξύν, ἅμα, ὁμοῦ. καὶ ἀντὶ τοῦ εἰς καὶ μετὰ ἀπὸ καὶ πρὸς. καὶ ἐπὶ τοῦ ὁμοῦ συνάγειν (Menand. fr. I p. 202)· μετ’ ἀλλήλων πίνειν συναγεῖραι (Herod. I 4)· συναγαγεῖν, συνάφαι συναγελάζονται (Aristot. HA. IX 2)· συνδιαιτῶνται συναγέσκεο· †ἰσχυροπρεπεῖς συναγηρερκώς· συναθροίσας, συνάξας 10 συναγηρεμένων· συναχθέντων συναγορεύει· ὑπὲρ αὐτοῦ λέγει συνάγουσι· συνεληλυθότως πίνουσι συναγρίδα (Ar. HA. II 13. 16)· θαλάσσιος ἰχθύς συναγώγιον (cf. Menand. p. 115)· συμπόσιον ἔθου συνάδει· συμφωνεῖ συνᾴδοντα· συμφωνοῦντα (συνάει· συχομᾶται) 2540 20 (συναέσαι· συχοιμηθῆναι) 2543 σὺν Ἀθανᾷ καὶ χέρας χίνει· παροιμία συναθροίζεται (Ar. HA. VII 2)· συνάγεται συνάθροισμα· συνακτήριον συναΐδιος· συνυπάρχων σύναιμος (Soph. El. 156)· ἀδελφός συναινεῖ· συνευδοκεῖ. συγκατατίθεται σύναινος· ὁμόδοξος 30 συναιρουμένοις· συμβαλλομένοις <2420. 2535> σύναιχμα· σύμμαχα συναλλάσσωμεν· συνάγωμεν συνάλλαγμα· σύναξις. ἢ γαμικὸν συμβόλαιον συναλισθείς· συναχθεῖς, συναθροισθεὶς συναλισθέντες· συναχθέντες 40 συνάλαματα· συμπηδήματα [14] συνανακραθεῖσα· συγκερασθεῖσα [16] συνάορος (e. c. Eur. Alc. 824)· σύζυγος, γυνή, σύγκοιτος, συνημοσμένη (συναπηρτημένος· συνημμένος) 2519 συναπηρτισμένος· πεπληρωμένος συνάπτεται (Aesch. Pers. 742)· συμπορεύεται, συνέρχεται συναράμενος· συναγωνιζόμενος. συμβαλόμενος (2404) συναράσσει· συγκρούει [22] συναρήρακται· συγκέκοπται συναρία· συνοδία ἀλλόφυλος (δμοφ—) [25] †συνάρξει· συμπράξαι, βοηθήσει, συλλαβεῖ (2345), ἐνώσει σύνναρξις· συνουσία. καὶ τὰ ὁμοια σύνναρσις· συναφή. ἁρμονία (2425) συναρτῶν· συνάπτων [30] συνασπίζει· συμμαχεῖ

---

Hesychius, Lexicon (Π-Ω). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003622.
