# Lexicon (Π-Ω) 763.1

Hesychius, Lexicon (Π-Ω), 763.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon-2/763.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon-2/763.1

σφενδόνην (Plat. Civ. 359 E)· τοῦ δακτυλίου τὸ περιφερές. ἡ σφραγὶς σφῆρτα· τὰ ἀφορα δένδρα (ἄφερτα?) 74 σφετέρῃσι (α 7)· ταῖς αὐτῶν αὐτῶν γὰρ σφετέρησιν ἀτασθαλίῃσιν ὄλοντο σφετερίζει εἰς ἴδιον κέρδος (χε)χηνῶς σφετεριζόμενος (Dem. 248, 12)· ὑφαιρούμενος. ἰδιοποιούμενος σφετερίζων· ἰδιοποιούμενος, καὶ προσλαμβανόμενος 79—88 Σφήχεια (Xenagor.)· ἡ Κύπρος τὸ πρότερον. καὶ τὰ τῶν σφηκῶν κηρία (σφηκεῖα) σφηκίσκος (Ar. Plut. 301)· τὰ μακρὰ τῶν ξύλων καὶ εἰς ὀξὺ συννημένα σφηκίσκους λέγουσιν· ἐπεὶ καὶ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυννημένην ἄγαν ἔχουσι. καὶ τοὺς λαγαροὺς τοῖς σώμασιν ἀνθρώπους καὶ .. προκοιλίους ...... σφηκισμὸς· εἶδος αὐλήσεως εἰρημένον ἀπὸ τῆς ἐμφερείας τῶν βομβῶν σφηκίσσις· κηρία σφηκῶν σφηκοί (Soph. fr. 26)· οὐ κεχυμένοι τῇ σαρκώσει, ἀλλὰ συνεσφιγμένοι. ἔνιοι δὲ ὀψμαλέους ?σφηκῶν· ποικίλων σφηκὸς λόφου· τὸ ἄκρον τοῦ λόφου, τὸ ἐπὶ τῶν ὤτων ἀποκρεμάμενον τοῦ λόφου, τῆς περικεφαλαίας τὸ συνεσφιγμένον. Λόφουρον δέ, οἷον λόφου οὐράν 91 σφήκωμα (Ar. Pac. 1216)· πύκνωμα. καὶ ὁ δεσμὸς σφῆλαι· πλανῆσαι. βλάψαι (.σαλεύσαι. κινῆσαι) σφῆλειεν· ἀποτυχεῖν ποιήσειεν σφηλόν· λοξόν. πυκνόν. εὐκίνητον. Ἄσφηλον δὲ τὸ ἀκίνητον (2865) σφηνεύς (Euthyd.)· ἰχθὺς ποικὸς θαλάττιος σφηνούμενος· στρεβλούμενος 98—2900 Σφήττιοι· δῆμος τῆς Ἀχαμαντίδος φυλῆς σφί· ἑαυτῷ ἢ ἑαυτῇ σφί(γ)χται (Cratin.)· οἱ κίναιδοι, καὶ ἀπαλοὶ σφιγκτήρ· χιτῶν. Ταραντῖνοι σφίδες· χορδαὶ μαγειρικαί (1511)

---

Hesychius, Lexicon (Π-Ω). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003622.
