# Lexicon (Π-Ω) 823.62-825.2

Hesychius, Lexicon (Π-Ω), 823.62 to 825.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon-2/823.62
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon-2/823.62

φιλέστερος. ἐσχημάτισται δὲ διὰ τὸ μέτρον, ὡς τὸ χαλλίων· ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα φιλόδικος (Dem. 1287, 17)· φιλοπράγμων φιλóθακος· ἀργή θεωρητής φιλοθεάμοσι· φιλοθεωρηταῖς [96] φιλóκαλος· φιλóκοσμος [ad 1] [2] νῖκος (464) φιλοκνήμιδες· φίλοπλοι φιλοκρινεῖν· διαιρεῖν φιλοκτέανος· φιλοκτήμων, φιλοχρήματος φιλοκτεανώτατε (A 122)· φιλοχρηματώ- τατε φιλοκτήμων· φιλοχρήματος φιλολάμπαδος· ἡ Ἄρτεμις φιλόλογος· ἀσκητής. πολυλάλος φιλόλογος (Alexid. p. 512)· λαλιός, λάλος φιλομειδής (Γ 424)· φιλόγελως, φιλῶν τὰ μειδιάματα. ἱλαρὰ Φιλομηλείδης (δ 343 ρ 134)· οἱ μὲν κύ- ριον ὄνομα. πολλάκις γὰρ πατρωνυμικῷ τύπῳ κύριον δηλοῦται, ὡς Εὐηρίδης, Ἥρα- κλείδης [14. 15] μος, φίλερις. φιλονεικία γὰρ ἡ μάχη φιλοπευστεῖν· ἀκούειν. μανθάνειν. ἐρωτᾶν φιλοπευστοῦντα· ἡδέως ἀκούοντα. ἢ ἐρω- τῶντα φιλοποιός· φιλεργός φιλοπονία(ι)· σπουδαῖα ἔργα (431) φιλόπονος· φιλεργός, σπουδαῖος φιλóπυστος· φιλοπράγμων φιλóσοφος· ὁ πάντων πειραθείς, φιλομα- θής φιλóστοργος· φιλότεχνος [ad 24] φιλóστροφος· εὐμετάβολος φιλó[σύμ]μαχος· φιλολοίδορος, μάχιμος φίλος (A 381)· ὁ προσφιλής φιλότης (B 232)· φιλία, ἡ συνουσία τις μετὰ τὸ δεῖπνον ὑπὲρ φιλίας [30] φιλοτιμεῖται· μεγάλα φρονεῖ, ἐπαίρεται, πλουτεῖ φιλοτιμία· δωρεά. ξενοδοξία (schol. Eur. Phoen. 535). πλοῦτος. μεγαλοφροσύνη φιλότιμος (Eur. Phoen. 570)· ὁ φιλῶν τιμᾶν μεγάλως. ἢ θέλων αὐτὸς δοξάζεσθαι φιλοτιμούμενοι· δαφιλῶς τιμῶντες φιλοτίμως (Dem. 1389, 23)· φιλοδόξως. πλουσίως. μεγαλοψύχως. δαφιλῶς (Xen. Hell. I 6, 26) φιλοφρονούμαι (Plat. Legg. II 669 B)· δεξιῶς καὶ προθύμως εἰσδέχομαι, ἢ ἀποδέχομαι φιλοφροσύνη (id. 628 C)· προθυμία, διάθεσις, σπουδή. ἀγάπη. παρὰ τὸ φιλεῖν φιλία φρονεῖν φιλοχωρῶν (cf. Arist. p. 1005)· τὴν χώραν ἀγαπῶν <cf. ἐμφιλ—> φιλοψεύστης· ὁ τὸ ψεῦδος φιλῶν (M 164!) φίλτατα· τὰ ὀμματα καὶ προσφιλέστατα φίλτρον· φιλία φιλύρινον (cf. Ar. Av. 1377)· ἀσθεκὲς. ἐλαφρὸν φιλυρόν· εὐῶδες Φιλωνίδας· ὑποχοριστικῶς ἀντὶ τοῦ φιλέω † Φιλώψ· κρήνη. ἢ φίλος <Φιλότης> φιλωτερίς· κασταναία (<—έα) φιμά· κημός, παραστόμιον, φιμός φιμοῖ· δεσμεύει. ἐμφράττει. ἄγχει. ἐπιστομίζει φιμοῖ· δεσμοῖ (<—οῖ) φιμοῦν· δεσμεύειν, καὶ τὰ δμοια φίνακα· δρῦν (455) † φίνηται· συντιθῇ φίσκος· δημόσιον, ταμεῖον πολύχρημον φισκοσυνήγορος· ὁ ταμείων συνήγορος φίτρον· μέτρον. μάταιον. ῥάδιον. καὶ τὸ μέσον τοῦ ῥινίου, τὸ κοῖλον <ad φίλτρον>. καὶ ὁ κορμὸς τοῦ ξύλου, παρὰ τὸ φύεσθαι (Callimachus φιτρόν)

---

Hesychius, Lexicon (Π-Ω). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003622.
