# Lexicon (Π-Ω) 835.58-836.47

Hesychius, Lexicon (Π-Ω), 835.58 to 836.47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon-2/835.58
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon-2/835.58

χαλαρῶν· †ὡραίων <ἀραιῶν> Χαλαστραίων συῶν· ...... (Χαλάστη Hecataeus)· πόλις τῆς Μακεδο- νίας καὶ λίμνη ἔνθα τὸ Χαλαστραῖον νίτρον γεγέννηται [40] χαλεπήνας· ἀγανακτήσας χαλεπόν (Hom.)· δύσεργον, σκληρόν, δεινόν χαλεπήνῃ (Π 386)· εἰς χαλεπότητα ἀγάγῃ χαλέπ(τ)ει (δ 423?)· ἐρεθίζει. ἀπειλεῖ. φοβεῖ. ἀγανακτεῖ. κακίζει. βλάπτει. εἰς χαλεπότητα ἄγει χαλεπτός· χαλεπότης χαλεπῶς· δυσκόλως [48] χαλεφάμενος· χολωθείς [50] χαλία· ἡσυχία †χαλίδιον· πινάχιον χάλικες (Ar. Av. 839)· οἱ εἰς τὰς οἰκοδομὰς μικροὶ λίθοι χαλίκρατον (Archil. Ath. I p. 8 A)· εὐχρατον, ἄκρατον (—ητον) χαλίμα· φαρμακός χαλιμάδες (Aesch. fr. 438)· ἀναίσχυντοι καὶ θρασεῖαι χαλεις (Hipponact. fr. 73)· ὁ ἄκρατος οἶνος. καὶ ὁ μεμηνὼς καὶ κεχαλασμένος τὰς φρένας †χαλιστόν· σκαιόν. ἢ ἀγαθὸν καὶ δίκαιον χαλίφρονας· παράφρονας, μαινομένας· βέλτιον δὲ τὰς καταφερεῖς καὶ κεχαλασμένας πρὸς συνουσίαν ὑφ’ ἡδονῆς χαλιφροσύνη (π 310?)· ἡ τῆς ψυχῆς ἄνεσις χαλίφρων (δ 371)· κεχαλασμένας ἔχων τὰς φρένας, ἤγουν ἀσύνετος χάλκεα (E 723)· τὰ ὅπλα συνήθως καὶ τὰ ἐκ σιδήρου [63] χαλκεγχέων (Eur. Tro. 143)· πολεμιστῶν χαλκεῖα (Hyperid.)· ὑπομνήματα τῆς τῶν τεχνῶν εὐρέσεως χαλκεομήστορος (Eur. Tro. 268)· ἰσχυρόφρονος [67. 68] χάλκεος· ἰσχυρός [70] χαλκεόφωνον· ἰσχυρόφωνον (cf. E 785) χαλκεύς (M 295)· πᾶς τεχνίτης, καὶ ὁ ἀργυροχόπος, καὶ ὁ χρυσοχόος χαλκεῶνα (Θ 273)· ...... χαλκίον· ἐν φ τοὺς κοττάβους ἐποιεῦντο Χαλκηδών· πόλις χαλκῆ μυῖα (Herodae fr. 3)· εἶδος τι + μυῖας <παιδιᾶς?> χαλκήρεας (N 714)· χαλκῷ ἡρμοσμένους χαλκήρη (Aesch. Pers. 408)· χαλκῷ ἡρμοσμένα χαλκόστομα· χάλκεα κύμβαλα Χαλκίδαι· γένος Χαλκιδεύς· δειλός χαλκιδίζειν (Com. an. fr. CLXXX)· ἀπὸ τῶν κατ’ Εὔβοιαν Χαλκιδέων. τίθεται δὲ καὶ ἐπὶ τῶν παιδεραστούντων, ἐπεὶ ἐκλεόναζον παρ’ αὐτοῖς οἱ παιδικοὶ ἔρωτες Χαλκιδικὸν δίωγμα· διότι εἰς Χαλκίδα ἐγένετο ἡ ἐκδίωξις Χαλκιδικὸς λειμὼν· οἱ μὲν τὴν Κυκλαπίαν κώμην. οἱ δὲ Κύκλωπι.. λίμνη †Χαλκιδικῶν· χαλκίς, ὁ ἰχθύς Χαλκιδικὸς· εἶδος ἀλεκτρυόνος Χαλκίναος (Thuc. I 128 al.)· Χαλκίους χαλκίνδα (Alexid. fr. LXXV 11)· τὸ εἰς χαλκὸν κυβεύειν χαλκίον· τὸ χαλκοῦν χαλκίον μακρόν (Eupolid. p. 497)· τὴν ἐλαίην ἐπίχυσιν χαλκοβαρεία· ἰσχυρά, ἡ ἐκ τοῦ χαλκοῦ βαρεῖα χαλκοβατέες (A 426)· τὸ ἰσχυρῶς βεβηκός

---

Hesychius, Lexicon (Π-Ω). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003622.
