# Lexicon (Α-Ο) 1.156.1-1.157.1

Hesychius, Lexicon (Α-Ο), 1.156.1 to 1.157.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.156.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.156.1

αὐλωπíαι· αὐλοὺς ἔχουσαι αὐλωπίας· κοιλόφθαλμος [6] αὐλῶπιν· αὐλοὺς ἔχουσαν. (Σοφοκλῆς fr. 727 δὲ τὴν λόγχην τὴν μακρὰν αὐλῶπιν εἶπεν) αὐλῶπες (Λ 353)· εἶδος περικεφαλαίας, παραμήκεις ἔχουσης τὰς τῶν ὀφθαλμῶν (ὀπὰς) καὶ εἰς ὀξὺ ληγούσης. οἱ δὲ ἐκτεταμένον ἔχουσα τὸν λόφον αὐλωτοὶ φιμοί (Soph. fr. 318)· οἱ κῆμοι. διὰ τὸ τοῖς κημοῖς κώδωνα προσῆφθαι, εἰς οὓς ἐμφυσῶντες οἱ ἵπποι φωνὴν σάλπιγγος προῖεντο αὔμα· ἅλμὴ ὑπὸ Κρητῶν [11. 12] αὔξησις· βλάστησις Αὐξίδημος· Ἑρμῆς ἐπὶ τῆς ἱδρύσεως (ἀπὸ τῆς ἀδρύσεως;) αὔοι. ξηροί αὖον (Μ 160)· ξηρόν αὔονα· ἄϋλόν. ξηρόν. νεκρόν [19] (α)ὔ πάλιν· πάλιν αὖθις [21] αὔραν· πνοὴν λεπτήν αὔραι· πνοαί [24] αὐριβάτας· Αἰσχύλος τὸ αὔρι ἐπὶ τοῦ ταχέως τίθησι· καὶ ὁ αὐτὸς Ψυχοστασίᾳ (fr. 274) οὕτως φησι τὸ ὄνομα ταχυβήμων αὐρίζειν· ῥιγοῦν (Κύπριοι). καὶ τὸ εἰς αὐριον ὑπερτίθεσθαι (cf. 8359) αὐροί· λαγοί. ἰσαυροί αὐς· αὐτός. Κρῆτες καὶ Λάκωνες ἀῦσαι· βοῆσαι, κλαῦσαι (ι 65). φλέξαι (ad ἀῦσαι) [80—82] †αὐσαῖς· πνοαῖς. κραυγαῖς αὐσόν· ξηρόν αὐσος· ἄλσος. Κρῆτες αὐσταλέος· κατάξηρος. αὐστηρός. αὐχη-
ρός (τ 327). ἀστόλιστος αὐστηρός· σκυθρωπός. ξηρός †αὐστηρ· μέτρου ὄνομα (ἀρυστήρ?) αὐτάγγελοι (Thuc. III 33, 2)· ἑαυτοῖς
χρώμενοι ἄγγελοι αὐτάγητοι· ἀγάμεναι ἑαυτὰς καὶ θαυμα-
στικῶς ἔχουσαι ἑαυτῶν, Ἰων Ἀλχμήνη (fr.
8). ἔνιοι δὲ αὐθάδεις. καὶ Ἀνακρέων (fr.
142) οὕτω κέχρηται (αὐτάγρετα [π 148])· αὐτόλημπτα (αὐτὰ·κέλευθα [M 225])· τὴν αὐτὴν ὁδόν †αὐτάλκης· ζωμός. καὶ ὁ αὐτάρχης αὔτανδρον· σὺν αὐτοῖς τοῖς ἀνδράσιν αὐταιώρητος· ὑφ’ ἑαυτοῦ μετεωριζόμενος
(spur. ?) αὐτανίδας· αὖθις πάλιν †αὐταύτας· ὁ προεστώς τινος πράγματος.
καὶ αὐθεντῶν αὐτάρ (Γ 1)· δέ αὐτάρεστος· ὁ ἐφ’ ἑαυτῷ ἀγαλλόμενος αὐτάρχης· ἰκανῶς ....... αὐτεξούσιος· ὁ ἀφ’ ἑαυτοῦ ἐξουσιάζων αὐτεπίβουλος· αὐτοφονεύς αὐτερέται (Thuc. I 10, 4)· αὐτοὶ ἐρέσ(σ)ον-
τες αὐτή· ἐπὶ μὲν τῆς φωνῆς· αὐτὴ δ’ οὐρανὸν ἷκεν (Β 153) ἐπὶ δὲ τῆς μάχης· ῥεῖα δὲ κ’ ἀκμῆτες κεκμηότας ἄνδρας
αὐτή. (Λ 802 sp.) αὐτῇ βίᾳ· τῇ δυνάμει αὐτὴ κάμινος· παροιμία, ἐπὶ τῶν τὰ παραπλήσια πρασσόντων εἰρημένη. ἀπὸ γὰρ τοῦ κεραμεικοῦ τροχοῦ ἡ μεταφορά A 81· ἐν αὐτῇ τῇ ἡμέρᾳ [75—79]

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.