# Lexicon (Α-Ο) 1.162.1

Hesychius, Lexicon (Α-Ο), 1.162.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.162.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.162.1

ἄφιπποι· οἱ ἀπείρως ἔχοντες ἱππικῆς ἀφίστησιν· σταθμῷ παραδίδωσιν †ἀφλάσαι· ἀπολέσαι ἄφλαστον (O 717)· τὸ ἀκροστόλιον, τὸ ἄκρον τῆς πρύμνης, ἀποτεταμένον εἰς ὕψος †ἀφλετήρες (v. 8662)· μαστοί, θηλαί [91] ἀφλοι(σ)μός (O 607)· ἀφρός ἀφλους· ἄφλοιος †ἀφνιδία· ἀφνιδαν, ἄφνω ἀφνειός (E 9 al.)· πλούσιος †ἀφνός (Aeschyl.?)· ἐξαίφνης ἀφνύει· ἀφνύνει· ὀλβίζει ἄφνω· ἐξαίφνης, αἰφνιδίως ἄφοδος· ἀποχώρησις ἐπὶ τὸ ἀφοδεῦσαι ἀφόδιοι (Dor.)· ἐχθροὶ (v. ἀφάδειος) ἀφοίβα(σ)τον· ἀκάθαρτον. Ἀλχύλος Nea- νίσχοις (fr. 144) ἀφοιδεῖν (Aeol.)· μὴ φροντίζειν ἀφοίνους· φόνους. ὕγεις [8804] ἀφόπλισον· ἀπόδυσον ἀφοπλίζεσθαι· ἀφαιρεῖσθαι ἀφοπλίζονται (—τῇ Boeoti)· ἀπολύονται στρατείας ἀφόρητον· ἀβάστακτον, ἀνυπομόνητον (II Macc. IX 10) ἀφορήτως· δεινῶς, ἀβαστάκτως ἀφορίαν· ἀκαρπίαν ἀφόριος· θρασύς. ἄπιστος [12. 13] ἀφορμή· ἡ νῦν ἐνθήκη λεγομένη. Ἀριστοφάνης (fr. CXXXVI) μέλλει δὲ πέμπειν τοὺς εἰς ἀφορμὴν ἡ πρόφασις. ἡ αἰτία. ἄφοροι· ἀσύλληπτοι ἀφόρτιον· ἄχρηστον. ἀκάθαρτον [17] ἄφορτος· οὐκ ἠγμένος τὴν Λυκουργ(ε)ίαν ἀγωγὴν [19] ἀφος· ἡ τραγάχανθα ἀφοσιούμεθα· τὸ ὅσιον ποιούμεθα ἀφοσιούμενοι· ἐν ὑποκρίσει θωπεύοντες, τιμῶντες

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
