# Lexicon (Α-Ο) 1.204.1-35

Hesychius, Lexicon (Α-Ο), 1.204.1 to 1.204.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.204.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.204.1

αἰνιγματώδης· καὶ πρόστιμον τῷ μὴ λύ-σαντι τὸν γρίφον ἐκπιεῖν τὸ συγκείμενον, ἦτοι ἀχρατον, ἢ ὕδωρ, τουτέστι κάδον ὕδατος γρίφου· ζητήματος γριφώμενα· γραφόμενα (Lacones). ἡ ἐπανειλούμενα (Hippocr. I p. 171) γρομφάς· ὕς παλαιά, σκρόφα. ὁμοίως καὶ ἡ γρόμφις (Hippocrat. fr. 67) γρόνθων· ἀναφύσεις, ἣν πρώτην μανθάνουσιν αὐληταὶ καὶ κιθαρισταί (Paus. Att.) † γρονθονεύεται· θυμοῦται γρόσυνον· τάραξον <Φ 312?> γροῦμος· στρόβιλος γρούσσεται· μηρύεται, ἤγουν ἐκτείνεται γροφεῖς (Dores)· οἱ ξωγράφοι γρῦ (Comici)· ὁ ὑπὸ τῷ ὄνυχι ῥύπος <v. γρύς>. ἤδη δὲ καὶ τὸ ἐλάχιστον. καὶ ἡ γρύτη. καὶ τὸ βραχύ γρυβός· γρύψ γρύζειν (Ar. Plut. 454)· φθέγγεσθαι, λέγειν † γρυήλιον· ῥωσμὴν <γρυνόν· ῥωχμὴν?> δρυός γρυλίων· ὁ χοῖρος γρυλίζοντα· γρύζοντα 46 γρύλλη· ὕῶν φωνή γρυμέα (Diphil. fr. XLV p. 428)· [ἐσθής. καὶ] ἀγγεῖον, σκευοθήκη, ἐν ᾧ ἡ γρύτη. ἤδη καὶ τὰ λεπτὰ σκευάρια, ἃ καὶ γρύ-την λέγομεν γρυμπάνειν· γρυποῦσθαι. συγκάμπτειν 52. 53 γρύζαι· ἠρέμα κράζει, ἢ ἠρέμα φθέγγεσθαι, ἢ ὑλακτῆσαι <v. ῥύζειν> γρύπαι· αἱ νεοσσιαί τῶν γυπῶν· οἱ δὲ γύπαι (q. v.) γρυπάλιον· γερόντιον. ἢ γρυπάνιον (Antipho) γρῦπες· μέρος τῶν τῆς νεῶς σκευῶν, καὶ εἶδος ζῴου πτερωτοῦ, ὃ καλοῦσι † γύπον ἐμέσιν <γυπονέμεσιν> [58] γρυπός· τὰ ἔξω τοῦ στόματος χαμπυλόρρις. ὁ ἐπικαμπῆ τὴν ῥῖνα ἔχων [60] γρύπτειν (Melanthius)· γρυποῦσθαι. συγκάμπτεσθαι γρῦται· σκεύη γρυτεύεται· παρασκευάζεται γρωθύλοι· γωλιοί. σπήλαια (γρώνα· ὕς θήλεια. Λάκωνες γρωνάδες· θήλειαι σύες γρώνη· σαπρὰ γραῦς. οἱ δὲ τὴν παλαιὰν † ὄνησιν (καὶ παλαιὸν ἄγγεῖον σκύτινον. καὶ τὸ κοῖλον τοῦ δίφρου, οὗ λόγχοι κεῖνται. ἄλλοι δὲ τὴν ὀπὴν τῆς πέτρας, δι’ ἧς τὰ σχοινία. πρὸς τῶν νεῶν στάσιν ἠσφαλίζοντο) γρώνους· τοὺς ἀκούοντας, καὶ τοὺς μὴ λαλοῦντας γῦαι· [ ] πλέθρα γύαια· ἀπόγεια σχοινία, τὰ πρυμνήσια. γύαλα· θησαυροί. ταμεῖα (Eur. Andr. 1094). κοῖλα. (πτερύγια. ποτήρια. πτυχαί) γυάλας (Marsyas)· εἶδος ποτηρίου παρὰ Μακεδόσι γύλλινα· ἐρείσματα. † γεισῆ (Ar. Thesm. 110?) γύαλον· κοῖλον, ἄλλοι περίβολον. ἄλλοι τὸ κῦτος τοῦ θώρακος (N 507)· τιθέασι δὲ καὶ ἐπὶ τοῦ κοιλοώματος (Hesiod. Th. 499). καὶ δηλοῦται διὰ περιφράσεως ὁ πᾶς θώραξ

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
