# Lexicon (Α-Ο) 1.208.18-1.209.18

Hesychius, Lexicon (Α-Ο), 1.208.18 to 1.209.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.208.18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.208.18

δακτύλιος φαρμακίτης (Eupol. fr. XXII p. 454)· ὧν οἱ φαρμακοπῶλαι εἰώθασιν πικράσκειν ἀντὶ φαρμάκου (Ar. Lys. 1027) δάκτυλος· οὕτω καλεῖται ὄνθμοῦ εἶδος (Ar. Nubb. 651) καὶ χρούματος. χρῶνται δὲ αὐτῷ [οἱ] μάλιστα αὐληταὶ δακτυλωτόν ἔκπωμα (Ion. fr. 1)· ἔνιοι τὸ κέρας. ἄμεινον δὲ τὸ †ξωστρωτόν λεγόμενον. ἢ διὰ τὸ ὦτα ἔχειν ἐξωθεν καὶ δύνασθαι τοῖς δακτύλοις κρατεῖσθαι, (φ) οἱ δάκτυλοι ἐρείροντο † δάλα· ἄμπελος τὴν διάνοιαν δάλαν· λύμην <v. gl. a 996> δάλεμον· κηδεμόνα 51 Κρῆτες δαλῆ· κακοργῆ <v. 22. 230> δαλήσασθαι (Elei)· λυμήνασθαι, ἀδικῆσαι δαλίδας· τὰς μεμνηστευμένας δαλίον (Ar. Pac. 959)· δαλόν. ἐν ταῖς ἱε- ροποιίαις εἰσῆθαι τὸν δαλὸν· ἐμβάλλειν <—άπτειν> εἰς τὴν χέρνιβα καὶ περιφραῖ- νειν τὸν βωμόν δαλιοχεῖν· τὸ παιδί συνεῖναι. Ἀμπρακιώ- ται. τινὲς δὲ τὸ μοιχεύειν δαλιοχός· μοιχός <v. δάοχος> δάλις· μωρός δάλλει· κακοργεῖ δαλλώ· ἡ ἀπόπληκτος. οἱ δὲ τὴν ἔξωρον παρθένον, ἢ γυναῖκα πρεσβυτέραν, ὅταν συμπαίζῃ ταῖς παρθένοις. ὑπερήλιξ <v. 165> δαλόν· ξῆλον <ad δᾶλον>. ἡ λαμπάδα, ἡ ξύλον κεκαυμένον, δαδίον ἡμίφλεκτον δαλός· μελάνουρος ἰχθύς. ἡ λαμπάς, ἡ ξύ- λον κεκαυμένον, τὸ ἰξημένον ξύλον· παρὰ τὸ δαίεσθαι ἤγουν καίεσθαι 63—67 δάμαλις· μόσχος. καὶ κατὰ παντὸς νέου δαμάλην (Anacr. fr. 2, 1)· τὸν ἔρωτα. ἤτοι τὸν δαμάζοντα. ἢ ἀγέρωχον δαμάλλοντες· δαρδάπτοντες <v. μαδ—> δάμαρ· γυνὴ ἔχουσα ἄνδρα 73 δαμαρίππεως· εἶδος ἰσχάδων. Εὔπολις δαμαρούσιος· [ὀχετὸς v. 173] δημόσιος δάμαρτος· τῆς γαμετῆς 78—80 Δαμασικόνδυλον· Εὔπολις (fr. LXXXIV p. 572), ὡς ἂν τὸν Δαμασίστρατον, ὄντα Χῖον παλαιστὴν, οὕτως λέγει 82 Δαμάστης· οὕτως ὁ Προχρούστης ἐκαλεῖτο (Plut. Thes. c. 11) δαματρίζειν· τὸ συνάγειν τὸν Δημητριακὸν καρπὸν. Κύπριοι δαμάτριον· ἄνθος ὅμοιον ναρκίσσῳ Δάμεια· ἑορτὴ παρὰ Ταραντίνοις 87 δαμεῖσα (Sappho)· δαμασθεῖσα. (ἀπόλεμος ἀναιρεθεῖσα) δαμεῦσαι· αἰσχύναι. κοινοποιῆσαι 90. 91 δαμιουργοί· αἱ πόρναι 93 δαμνάμενοι· δαμαζόμενοι, βιαζόμενοι δάμνυται· ἕλκει. βιάζεται (§ 488). φθείρει δάμνει· δαμάζει 99 δάμνηται· δαμάζεται 101 +δαμνον· δεινὸν <ἄδαμνον?> +δάμνος· ἵππος. Τυρρηνοί δαμνήτις· δαμάζουσα· τιμωρὸς <ad δασπλῆτις> δαμοσόνιος· εἶδος βοτάνης (Diosc. III 169) δαμοῦναι <—όται>· οἱ ἐπὶ +Μελαντίας πεμπόμενοι. Λάκωνες δαμοῦχοι· οἱ τὸν δῆμον ἔχοντες. ἦσαν δὲ καὶ κατὰ τινας πόλεις ἀρχαὶ ἀποδεδειγμέναι δημούχων

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
