# Lexicon (Α-Ο) 1.229.48-1.231.6

Hesychius, Lexicon (Α-Ο), 1.229.48 to 1.231.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.229.48
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.229.48

+διδασκέτωσαν· διδαξάτωσαν διδέασιν (Xen. Anab. V 8, 24)· δεσμεύουσι δίδει (Aeoles)· δεσμεύει 99 δίδημι (Aeoles)· δεσμεύω διδυμάονε (Β 548 Ζ 26)· οἱ δίδυμοι. Ἄδελ-φοὶ δὲ οἱ κεχωρισμένοι τοῖς σώμασιν ἐν μιᾷ γαστρὶ γεγεννημένοι· οἱ δὲ συμφυεῖς δίδυμοι λέγονται 7 Διδύμου ῥίζα (Hippocr. Galeni)· βοτάνης εἴδος. καὶ ὁ ὄρχις δὲ οὕτως λέγεται δίδυμοι (Ψ 641)· παρὰ τῷ ποιητῇ διδύ-μους ἀκούουσι τοὺς διφυεῖς, διδυμάο-νας δὲ οὓς ἡμεῖς διδύμους. δηλοῖ δὲ καὶ δύο 10. 11 διεβάλλοντο· ἐξηπάτησαν διέβη· παρῆλθεν. ἐπέρασε διεγείρω· ἐξυπνίζω διεγγύησις (Dem. 724, 6)· ἡ γινομένη ἐγ-γύησις τῶν εἰς τὸ δεσμωτήριον ἀπαγομένων διέγνωκα· κέκρικα 20. 21 διέγραψεν· διέξυε διέδην· διὰ τέλους διεδοίδυκισε (Com. fr. inc. CXIX)· διέ-τριψε, τὴν χεῖρα στρογγύλην ...... †δέδορχα· πόπανον παρὰ Συρακουσίοις τε-τρημένον, δι’ οὗ ἐστι διαβλέψαι διέδρα· ἀπέδρα. καθέδρα (?) διέξευκται· κεχώρισται διέθηκεν· ἐτιμωρήσατο 31 διειδής· λαμπρόν, διαυγές. εὔδηλον 33—37 διειληφότες· ἀντὶ τοῦ νομίσαντες δίειμι· διέρχομαι 40—43 διεῖπε (Β 207 ?)· περιεῖπε. μετήρχετο 45 διελέχοντος διείργων· κωλύων [47] διείρηται Plat. Legg. 809 E)· διήγγειται δίεισι· προέρχεται. διέρχεται †διειλοκομπάσας (Hermipr. fr. inc. X)· σχιᾶ καὶ κόμπφ ἐξαπατήσας [52. 53] διειρύσαι· διαστήσαι. διελκύσαι (Herod. VII 24) 10 διεισόμεθα· διαπορευσόμεθα. διαγνωσόμεθα διεκάναξε (Eur. Cycl. 157)· διέσεισε. διεσάλευσε <v. ἐκάμαξε> [57] διεκδικεῖ· διεξέρχεται. τιμωρεῖται διέκδυσιν· ἀπόδρασιν <1535> [60] δι’ ἐκ θυρῶν· τοὺς νεκροὺς οὕτω φασι ν ἑδράζεσθαι, ἔξω τοὺς πόδας ἔχοντας πρὸς τὰς αὐλίους. θύρας <cf. ἀνὰ πρόθυρον> διεκναισθη· ἀπώλετο 20 διεκνημώσατο· διέφθειρε διεκομισάτην· δυϊκῶς. διεκόμισαν διεκόρησε· διέφθειρε κόρην, διεπαρθένευσε διεκπαίσαντες· διεκτρήσαντες [67] διεκρίθησαν· ἀπελύθησαν. ἐπαύσαντο [69] διεκρινάμην· διέστησα, διεχώρισα. ἔδοκίμασα διεκρινά(την)· διέκριναν. δυϊκῶς διεκρουσάμεθα· ἐξεβάλομεν διεκτελέστερον· ἀκριβέστερον <1560> 30 διελάφυξας· διεφόρησας, ἀνήλωσας. λαφυγμὸς γὰρ ἡ διαφόρησις <διαρρόφησις?> ἡ διακένωσις διελέχοντος· αἰσχύνοντος. μεμφομένου [76—80] διελέτην· διεῖλον. δυϊκῶς <v. ἐλέτην> διελευσόμεθα· παρερχόμεθα [83. 84] †διέλθατε (<—σατε?>· κυκλεύσατε [86. 87] †διέλθυρις· διάμφοδος διελκυστίνδα· παιδιά τις οὕτω καλεῖται ὑπὸ τῶν παίδων ἐν τῇ παλαιίστρᾳ (Poll. IX 112) διελινῆσατο (Com. IV p. 634)· ἐξέφυγε [91] διελομένου· ἐπικρίνοντος. διαχωρισαμένου [93] διελών· διαμερίσας. διανείμας διεμοιρήσαντο· διεμερίσαντο διεμύλλαινε (Ar. Vespr. 1315)· τὰ χείλη διεκίνει καὶ διέστρεφε μυσταττόμενος

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
