# Lexicon (Α-Ο) 1.243.21-1.244.35

Hesychius, Lexicon (Α-Ο), 1.243.21 to 1.244.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.243.21
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.243.21

δρασμφ φυγεῖν· δραπετεύειν δρασόμενοι· κρατοῦντες δραστείας· τὰς θεραπαίνας, καὶ διακόνους δράστην· κόφινον †δραστηρά· δραστικά δραστήρας· τοὺς ὀψοποιούς, μαγείρους δραστήριον· πρακτικήν δράστης· πράττειν δυνάμενος. ἢ νοηματικὸς κατ’ ἐπιβουλὴν δραστικός· κραταιός, ἰσχυρός, δυνατός δράστις· ἡ βύσσος· καὶ οἱ ἐργαζόμενοι αὐτὴν δραστιουργοί †δράγμα· τὸν τῆς σταφυλῆς βότρυν. καὶ τὰς φοινικίνας βαλάνους64 δραχμή· εἶδος μέτρου, κεράτια ἢ δραχμὴ χαλαζῶσα [ad 66]67 δραχμὴ χρυσίου· ὁλκὴ νομίσματος, εἰς ἀργυρίου λόγον διδράχμων ε’ †δρέχμονες· οἱ νεφροί δρέμμα· κλέμμα. οἱ δὲ κλάσμα71 δρεπανηφόρους· ξιφηφόρους (δρεπανίδες· εἶδος ὀρνέου) δρεπανίς· κευχρῆς δρέπειν· τρυγᾶν δρέπεται· τρυγᾶ δρεπόμενοι· λαμβάνοντες. ἀπολαύοντες. τρυγῶντες †δρεπτεῖς· τρυγηταὶ (2421) δρεπτόν· εἶδος φιλήματος. ὡς Τηλεκλείδης (fr. III p. 365) δρεφθῆναι· τρυγηθῆναι δρέψαι· ἀφελεῖν. τρυγῆσαι. ἀποκόψαι· ὅθεν καὶ δρέπανον δρέψας· ἀναλώσας. τρυγήσας. θερίσας δρέψασθαι· τρυγήσασθαι. ἀφελεῖν τῇ χειρί, ἢ λαβεῖν δρήγες· στρουθοί. Μακεδόνες † δρηλοῖ· φοβεῖται <ἱδροῖ?> δρησμοσύνη· θεραπεία (ο 230?) ἢ δυνατοί δρηστῆρας· πράκτορας. θεράποντας δρηστῆρες (π 248)· ὑπηρέται, λειτουργοί, διάκονοι, θεράποντες 90 δρία· τόποι σύνδενδροι καὶ χλωώδεις 92 δριά†εντα· χλωρά δριάουσαν· θάλλουσαν δρίκκαι· ὄρνεα ποιά δρίλακες· βδέλλαι. Ἠλεῖοι † δρίμαι· ψύχος <v. δάπεδον> 98 δριμύ· ὀξύ. σφοδρόν. θερμόν. ταχύ δριμύς· ὀξύς. στυπτικός 1. 2 δρίος· σύμφυτος τόπος καὶ σύνδενδρος καὶ χλοώδης. ἢ ὄρος. ἢ χόρτος. ἢ δρυμός, ὕλη δρίς· δύναμις δρίφακτος· κράββατος Δωριεῖς ad 106 Δριωδόνες· θεοὶ παρὰ Λακεδαιμονίοις τιμώμενοι <Meinek. Theocr. p. 326> κιον δροιόν· καλόν. Κρῆτες δροίτη (Aesch. Eum. 633)· πύελος. σκάφη. καὶ εἶδος ὀρχήσεως 11 δρομαῖος λαγωός· ὁ ἐν δρόμοις ἀλισκό- μενος· εὐναῖος (Soph. fr. 177) δὲ ὁ ἐν κοίτῃ δρομάσσειν· τρέχειν <2437. 2477> (δρομίας καὶ) δρόμων· ὁ μικρὸς καρκίνος † δρομιάφιον ἡμαρ· ἀμφιδρόμια. ἔστι δὲ ἡμέρα ἑβδόμη ἀπὸ τῆς γεννήσεως, ἐν ᾗ τὸ βρέφος βαστάζοντες περὶ τὴν ἑστίαν γυμνοὶ τρέχουσι δρομοκήρυξ (Aeschin. de FL 130)· ὁ ἐπὶ σπουδῆς πεμπόμενος τὰς ἐπικηρυκίας ποιή- σασθαι, ἡμεροδρόμος δρόμος· ἡ ὀρχήστρα τοῦ Διονυσιακοῦ θεάτρου παρὰ Ταραντίνοις δροόν· ἰσχυρόν. Ἀργεῖοι δροπά· δρεπτά. Σοφοκλῆς Παλαμήδη (fr. 437) δρόπις· τρυγητός <2378> δροπίσκος· κάλαθος Δροσερά· δροσιζόμενα. καὶ ὄνομα πηγῆς (v. Eur. Hel. 1335)

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
