# Lexicon (Α-Ο) 1.304.25-1.305.28

Hesychius, Lexicon (Α-Ο), 1.304.25 to 1.305.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.304.25
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.304.25

γλωσσίδες τῶν αὐλῶν ἔξηυλημένα ἐλέ- γοντο, καὶ αἱ κατατετριμμένα † ἔξηχμησαν· ἠρήμωνται· διὰ τὸ τὰ ξόανα ἀπολελοιπέναι αὐτούς· ἢ ὅτι οὐχ ἐπέθυον αὐτόθι οἱ βάρβαροι τῶν θεῶν ἐξηχεῖτο· ἐξηκούετο 99 ἔξιατρός· ἐκθυτικός ἔξιεροῦν· χρήματα θεοῖς ἐπαγγέλλεσθαι ἔξιθῦιω· ἔξω καθίσω 3903. 4 1 ἐξιστήρια ἐξικμάζεται· ἐξόλλυται 6 ἐξικνουόμενον· ἐξαρχοῦν. ἐκδυόμενον ἐξίλλειν· [ ] χωλύειν. † κτείνειν ad 13 ἐξίνει· ἐπέσβενν(υ)εν (ἐξινυσάμην· ἐξεφόρησα cf. ἀπεξινυσάμην) ἐξινωμένον· ἐκκενούμενον. ἐκστραγγιζό- μενον· λέγεται δὲ ἐπὶ τῶν χολὴν καθαίρο- μένων ἐξιονθίζω· ἐξιονθίζω τρίχα ἐκδίδωμι. ἔστι γὰρ ἴονθος ῥίζα τριχῶν, ἢ (τὸ) ὑπερέχον 18 ἐξιποῦται· ἐκπιέζεται ἕξις· ἦθος, [ἡ] ἐκ τοῦ ἔχειν. φρόνησις. συνήθεια ἐξισμη· ἔξοδος ἐξ ἰσοστασίου· ἐξ ἴσου· ἐκ τοῦ ὁμοίου ἐξίστασθαι· διαφθείρεσθαι <de vappa> ἐξίσταται· ἐκπλήττεται ἐξίστη· ἐξέπληττε † ἐξίστιον· ἔχθιστον † ἐξιστον· ἱερεῖον ἐξιστορήσαντες (Herod. VII 195)· ἀνα- ζητήσαντες ἐξίταλα· ἀναλώματα (v. ἐσσίταλα) ἐξίτηλα (Herod. I 1)· ἀσθενῆ. ἀνόητα. ἀχρηστα. ἀδόκιμα ad 32 ἐξίτηλία· μωρία V 39). ἀμαυρόν. ἢ τὸ ἀπολλύμενον· παρὰ τὸ ἐξιέναι, ὅ ἐστιν ἐξελθεῖν. ἢ ἀνόητον ἐξίτηλος· ὑπερήφανος. βλάξ. διεφθαρμένος ἐξιστήρια· ἡμέρα, ἐν ᾗ τὰς ἀρχὰς ἀπετί- θεντο Ἀθήνησι ἐξίτηριον· ἐ(υ)κτικόν ἐξίτητός· ἐκπορευόμενος ἐξιχνεύει· ἐξερευνᾷ, ἀναζητεῖ 40 ἐξέμετρα· ἑξάμετρα + ἐξόβλητον· ἐξόριστον. ἀπόβλητον 43 ἐξοδησαί· ἐξοδεῦσαι 45 ἐξόδιοι νόμοι (Cratin. fr. CLXX)· δι’ ὧν πάντες ἐξελεύσονται 47 ἐξονομακλήδην (X 415)· ἐξ ὀνόματος καλῶν ἐξονομάσεις· ὀνομάσεις 50 ἐξοντες· ἔχοντες ἐξ ὄνυχος· παροιμία ἐξοπλίσας (Herod. VII 100)· ὁπλίσασθαι κελεύσας ἐξ ὅπος· ἐκ τῆς φωνῆς ἐξορίζειν· ὁρὸν ἐκπιέζειν τυροῦ 56 ἐξορίζομαι· ........ ἐξόριστος· τῶν ὀρῶν ἐκτὸς ἐξορμᾷ· ἐκπηδᾷ. ἔξεισιν. ἐκτρέχει ἐξορμενίζεις (cf. Soph. fr. 294)· ἐκκεκαύληκας. ἐκκέχυσαι 61 ἐξορχήσομαι· χλευάσω, ὑβρίσω ἐξοσιοῦν· δικαιοῦν ἐξοσιούσθω (Eur. Bacch. 70)· ὅσιος γενέσθω ἐξοστρακισθῇ· ἐξορισθῇ· ἐπειδὴ εἰς ὄστρακον ἔγραφον τὰς ἐξορίας 67—70 ἐξουθενεῖ· παρακρίνει ἐξουθενούμενοι· κατευτελιζόμενοι ἐξούλης δίκη (Phrynich. com. fr. IV p. 596)· ἐξούλης δικάζεται τις, ὅταν φάσκῃ κατέχεσθαι αὐτοῦ κτῆμά τι ἐπιβάλλον αὐτῷ· ὅπερ ἴλλειν λέγεται, τοιγάρτοι ἐκβάλλειν ἐξ οὐρίου· ἐξ ἐπιτηδείου ἀνέμου 77 ἐξοφρυωμένοι· ἐπηρμένοι. ὑπερήφανοι (ἐξω—) 79 ἔξοχετευόμενα· ἐκρέοντα, ἢ ἔκτὸς ἔχοντα τοὺς ὑδρηγοὺς [81] ἐξοχώτατος (Eur. Suppl. 889)· ὑπέρτατος

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
