# Lexicon (Α-Ο) 1.320.46-1.321.22

Hesychius, Lexicon (Α-Ο), 1.320.46 to 1.321.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.320.46
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.320.46

ἐπιμύσας· καμμύσας. χλείσας [7] ἐπινάξαι· ἐπιπακτῶσαι ἐπίνακτον· τὸν ἐπιδιδόμενον ἔξωθε ναύτην ἐπινειμάτῳ· ἐπαναγνώτῳ (ἐπίνειον Thuc. I 30· προσορμιστήριον, τό- πος παραθαλάσσιος) cf. 4583 ἐπινείσεται (Callim. Iov. 13?)· ἐπελεύσεται ἐπινέμησις· ἐπιμερισμός ἐπινένναξαι· (...... ........) τέτρωται, συντέτριπται τὰς φρένας ἐπινενύχθαι· παραφρονεῖν ἐπινενυγμένον· τὸ ἐπίτριπτον <(—νυχ—)> ἐπὶ νέωτα· εἰς ἕτερον ἔτος † ἐπινήαται· ἐφέλκεται ἐπινήιον (Herod. VI 116)· μικρὸς λιμήν καὶ αἱ περὶ αὐτὸν στοαί ἐπίνητρον· ἐφ’ ᾗ τὴν κρόκην τρίβουσιν ἐπινίχιον· νικητήριον. βασιλέως σύμβολον ἐπίνοια· ἐπιτήδευμα ἐπινομίς· ἐν τοῖς ναυτικοῖς λέγεται ἐπίνομοι· κληρονόμοι <(C. I. II p. 23, 37)> † ἐπινυκτίς· φυλακή δοκοῦντι ἀδικεῖν ἐπίνυσεν (Σ 249)· ἐσφρόνισεν ἐπιξενοῦμαι (Aesch. Ag. 1320)· ξενοδο- κοῦμαι. ἐπιμαρτύρομαι † ἐπίξενος· ἐπιχθόνιος ἐπιξενοῦσθαι· μαρτύρεσθαι. πορεύεσθαι. Σοφοκλῆς Ἀχαιῶν Συλλόγῳ καὶ Αἰσχύλος Κρήσ(σ)αις (fr. 115) ἐπίξηρον· ξύλον, ἐφ’ οὗ τὰ κρέα τιθέντες ἔκοπτον, οἷον τὸ κρεωκόπον ξύλον(. καὶ τὸ παρ’ ἐνίοις ἐπικόπανον) † ἐπιξενοδικη· ἡ συνηγορίῃ, καὶ ἡττηθεὶς ἀπόλλυται ἐπίξομεν (Megaric.)· ἐφήξομεν ἐπίξυλον· τὸ ἐπὶ παραστροφίδα τοῦ ὑφαινομένου ἱματίου (cf. ἐπιδούριτον) 38 ἐπὶ ξυροῦ· ἐπὶ κινδύνου (K 173 Aesch. Cho. 883). ἢ ἐπὶ τοῦ δξυτάτου, ἢ ἀχροτάτου 40 Ἐπίορα· χωρίου μέρος ἐν Σικελίᾳ † ἐπιοραντές· τερπνόν. ἁρπαλέον ἐπιορκία· ψευ(σ)μα ἐπίορκον· ὄρκον (Ar. Ran. 150) μὴ φροντίζοντα † ἐπιορεξάμενος· ἐπιδών ἐπιόσσομαι· ἐφορῶ. προσαγορεύω. ἐπισημαίνομαι 47 ἐπίουροι· ἐπίσκοποι. καὶ ἧλοι ξύλινοι <4903> ἐπίουρος (v 405 o 39)· εἰ μὲν προπερισπωμένως περισσὴ ἡ πρόθεσις· οὗρος γὰρ ὁ φύλαξ. εἰ δὲ προπαραξυτόνως πάλιν ὁ φύλαξ, ἀπὸ ξυλίνου ἐπιούρου 50 ἐπιοψάμενος· ἐπιδών. ἐπιλέξας ἐπιόψωνται· προχειρίσονται. προΐδωσιν. ἐπιλέξονται ἐπίπαγος (Attici)· τὸ ἐπὶ τῶν ἑψομένων, ἢ γραῦς ἐπιπαίζειν· τὸ μὴ θύειν φρατρίαν [Δάκωνες † ἐπίπαιμα· ἐπίπταισμα, πρόσκομμα ἐπιπαιωνίζουσα· ἀλαλάζουσα ἐπὶ Παλλαδίφ· δικαστήριον, ἔνθα ἐδίκαζον οἱ ἐφέται τοῖς ἀκουσίων φόνων δικαζομένοις ἐπι(πα)ματίδα· τὴν ἐπίκληρον ἐπιτάξ (Com. inc. LXXI Callim. fr. CCCXXVII ἐπιτάξ)· συντόμως. ἐπίτομος ὁδός, καὶ ἢ ἐπ’ εὐθείας. καὶ εἰκῇ (Eur. fr. 294). ἢ ἐπὶ τὰ ἀριστερά ἐπίπαππος· ὁ τοῦ πάππου πατήρ ἐπιπνεύων ἐπὶ παρατάξεως· ἐν πολέμῳ (Thuc. V 11, 2?) ἐπιπαστάς· ἑταίρας ἐπώνυμον ἐπίπαστα (Ar. Eqq. 103)· τὰ ἐπικασσόμενα τῷ ἔτει ἄλφιτα. οὕτως γὰρ ἤσθιον αὐτά

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
