# Lexicon (Α-Ο) 1.400.5-19

Hesychius, Lexicon (Α-Ο), 1.400.5 to 1.400.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.400.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.400.5

Θολερόφρον· μέγα ...... Θ' ὀλκάζει· χαλιναγωγεῖ (cf. ὀλχ—) Θολόν· τεταραγμένον Θόλος· στρογγυλοειδὴς οἶκος, δι' ὀστράκων εἰλη[μ]μένος: ἢ τὸ τῆς σηπίας μέλαν (Θο-λός) Θόλος· κυρίως μὲν χαμάρα· καταχρηστικῶς δὲ οἶκος εἰς ὀξὺ ἀπολήγουσαν ἔχων τὴν στέγην κατεσκευασμένος· ἢ ὅπου οἱ πρυ-τάνεις καὶ ἡ βουλὴ συνειστιῶντο. Θηλυκῶς δὲ ἔλεγον τὴν Θόλον. καὶ τόπος, ἐν ᾧ τὰ συμποτικὰ σκεύη ἀπόκειται θολοῦσα· σκοτοῦσα Θολῶσαι· πληρῶσαι. στεγάσαι. ταράξαι. σκοτίσαι +Θονανία· ὀξεῖα θοόν· ὀξύ. λαμπρόν. σκοτεινόν. ἰσχυρόν. ταχινόν [40] Θοράνδις· τὸ ἐξω. Πάφιοι Θοράτις (—ταυ)· Ἀπόλλων παρὰ Λάκωσιν [43] Θορεῖν· πηδῆσαι, δρμήσαι. ὀχεῦσαι +Θορυνεύσαι· ὁ ξιφίας ἰχθύς Θορικός (Isaeus)· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὠνομάσθη δὲ ἀπὸ Θορίχου Θόρναξ· ὑποπόδιον Κύπριοι. ἢ ἱερὸν Ἀπόλ-λωνος ἐν τῇ Λακωνικῇ· ἀπὸ τε Θόρνακος Θορνάκιος Ἀπόλλων Θόρυνυσθαι (Eustath. 1057, 4)· γεννᾶν, μί-γνυσθαι. ὀχεύεσθαι, σπερμαίνειν [γεννᾶν]

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
