# Lexicon (Α-Ο) 1.466.21-1.467.9

Hesychius, Lexicon (Α-Ο), 1.466.21 to 1.467.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.466.21
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.466.21

χλέπει· πορεύεται. ἐπιθυμεῖ. ἐξαπατᾷ[ται] χλέπτεσθαι· θέλειν. ἐπιθέσθαι. πορεύεσθαι. ζητεῖν. ἐπιθυμεῖν (3073) χλέπος· ὑψηλόν. νοτερόν. δασύ. καὶ φώ- ÷ χλεπτομένου· χλευαζομένου [34. 35] + χλευσόμεθα· ἀκούσομεν. φθεγξόμεθα + χλευτόν· τλευτόν χλέψαι· χλέπτειν τὸ τῶν ἀλλοτρίων ἐπι- θυμεῖν χλεψίαμβοι· Ἀριστόξενος, μέλη τινὰ παρὰ Ἀλκμᾶνι χλεψίρρυτον ὕδωρ (Callim. ?)· τὸ τῆς χλεψύδρας. αὕτη δέ ἐστι κρήνη Ἀθήνησιν, ἀπὸ τῆς ἀκροπόλεως ἐπὶ σταδίους εἴκοσιν — κλῆρος ὑπὸ γῆν φερομένη, εἰς ἣν τὰ ἐμβαλλόμενα πάλιν θεωρεῖται ἀρχομένων τῶν ἐτησίων Κλεφύδρα· κρήνη, ἥτις τὸ πρότερον Ἐμ- πεδῶ (cf. Πεδῶ) προσηγορεύετο. ἔχει δὲ τὰς ῥύσεις ἀνατελλούσας εἰς τὸν Φαληρέων δῆμον. σημαίνει δὲ καὶ τὸ σκεῦος. ὡρολό- γιον, ὄργανον, ἐν ᾧ αἱ ὧραι μετροῦνται τι γένος· ἀπὸ τοῦ ἐν Κλεωναῖς εἶναι κληδεα· φραγμοί (2844) κλήδην· ἐλθόντα ἐπὶ τὴν ἑκάστου σκηνήν. τὸ καλέσαι (I 11) πρὸς τινα ἐλθόντα καὶ δημοσία κηρύσσοντα κληδόν (Maced. ?)· σωρόν κληδονίσαι· ἀκοῦσαι φήμην τινα, μαν- τεύσασθαι κληδόνος (Eur. Andr. 561)· πρεσβείας τοῦ τὰς κλεῖς τῆς οἰκίας ἔχειν κληδών (Herod. IX 101)· κλέος, δόξα, φήμη κλήθρη (ε 239)· δένδρου εἶδος κληῖδες· τῆς νεῶς τὰ ξυγά, ἐφ’ ὧν οἱ ἐρέσ- σοντες κάθηνται (μ 215). ἐνίοτε δὲ καὶ ἡ κλεῖς κληῖς (M 456), καὶ θύραι· παρὰ τὸ ἐπικλεῖεσθαι. τάσσεται δὲ καὶ ἐπὶ τοῦ ἀν- θρωπείου μέρους. καὶ παρὰ Ἐφεσίοις τῆς Θεοῦ τὰ στέμματα κληιζόμενος· φημιζόμενος κληματίδες· αἱ ἐκ τῶν κλημάτων δέσμαι κληπικοί· ἰσχροί. καὶ ἄσιτοι κλῆρος· τὸ βαλλόμενον εἰς τὸ λαχεῖν. ἢ ψῆφος. ἢ οὐσία. ἢ μέρος. καὶ σχολήκιόν τι (σ)μῆνεσι (ἐγ)γινόμενον (Ar. HA. IX 27, κληροῦται· διαιρεῖται κληρουχία· δεσποτ(ε)ία κληροῦχος (Herod. V 77)· ὁ δεσπότης, καὶ ὁ γεωργός [72—74] †κλῃσίασον· σύναξον [76. 77] κλῃτεύει· καλεῖ εἰς δικαστήριον κλῃτεύεις· μαρτυρεῖς κλῃτήρ (Ar. An. 1422)· ὁ εἰς δίκην καλῶν, ὁ κλῃτεύων, καὶ μαρτυρῶν τοῖς καλοῦσιν εἰς δίκην κλητῆρα· τὸν καλέσαντα. Ἰων Φρουροῖς (fr. 49) [82. 83] κλητῆρες (Dem. 1147, 6. 224, 3)· μάρτυρες κλητόν· κεκλημένον κλητός· ὁ ἐξ ὀνόματος κεκλημένος. ἢ ὁ ἔνδοξος †κλῃτροί· κλήτορες κλῃτρόν· †καλούμενον. κλῆσιν

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
