# Lexicon (Α-Ο) 1.498.10-53

Hesychius, Lexicon (Α-Ο), 1.498.10 to 1.498.53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.498.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.498.10

νέου <2610> κυφέλαι καὶ κυψελίδες· ὁ ἐν τοῖς ὠσὶν ὑπὸς συνιστάμενος (Com. V p. 559). καὶ τὰ σιτηρὰ ἀγγεῖα (Ar. Pac. 631). καὶ τὰ κενὰ σμήνη. καὶ τοῦ ὠτὸς τὸ ἔγκοιλον. καὶ τῆς καμίνου μέρος τι κυψέλη· πλεκτὸν ἀγγεῖον μελισσῶν κυψελίδες· μελισσοφάτναι κυψελίς· ὁ ἐν τοῖς ὠσὶ ῥύπος κύψελον· κύβερτον μελισσῶν κύψελος· (Ar. HA. IX 21, 1)· ὄρνις ποιός, ὅμοιος χελιδόνι κύων· ὁ ἐλαυνομένου τοῦ σιδήρου τοῦ ἀρ- γοῦ ἐξαλλόμενος σπινθὴρ (Eubul. fr. I 7 924). οἱ δὲ τὴν νόσον τὴν οὕτω λεγομένην κύνα. δηλοῖ δὲ καὶ τὸ ἀνδρεῖον μόριον. καὶ τὸ ὕλακτοῦν ζῷον. καὶ τὸν ἀναιδῆ (Φ 481). καὶ τὸ ἄστρον (X 29). καὶ τὸ θα- λάσσιον ζῷον (μ 96). καὶ ὑπὸ τῶν κυβευ- τῶν βόλον τινά, ὅς Χῖος καλεῖται κύων ἐπὶ δεσμὰ· παροιμία ad 63 κύων παρ’ ἐντέροισι· παροιμία ἐπὶ τῶν μὴ δυναμένων ἀπολαύειν τῶν παρακειμέ- νων κῶα· ἐνέχυρα κωάζειν· ἀστραγαλίζειν <4792>. ἐνεχυράζειν κωασθεῖς· ἐνεχυριασθεῖς κῶας (γ 38)· κώδιον. τάπητα post 68 69 κώβαλοι· κύνινοι ῥοιῶν <4744> κῶβας· ὁ μέγας τέττιξ κωβήλη· συνοῦσία κωβηλίνη· ἠπήτρια. καὶ βελόνη κωβῖτις (Ar. HA. VI 14, 4)· ἡ λευκὴ ἀφύη Κωδάλου χοῖνιξ· παροιμία, ὡς μείζοσι μέτροις κεχρημένου ἀγορανόμου κωδία (Σ 499)· κωδὶς. κεφαλὴ χωρὶς σώ-ματος κώδιον (Philemo p. 10)· σχῦλον, ἢ δέρμα προβάτου χωρὶς σώματος <v. κύλου h. e. κουλόν> κωδύα (Theophr. Ath. 72 C)· ἡ τῆς μήκωνος κεφαλὴ †Κωδ.ἡς· γένος ἰθαγενῶν Ἀθηναίων <4816> κωδωνίσας (Anaxandr. p. 168)· πειράσας. ἠχήσας κωδωνίσαι· δοκιμάσαι. διαπειράσαι. ἀπὸ τῶν φυλάκων, οἱ τοὺς κώδωνας ἐκρότουν ἐπὶ πειρασμῷ τῶν γρηγορούντων κωδωνίσω (Ar. Ran. 78)· δοκιμάσω. ἀπὸ τῶν ἵππων, ἢ ὀρτύγων κωδωνοφορῶν (Ar. Avv. 841)· οἱ περιπο-λάρχαι ἐπὶ τοὺς φύλακας ἐρχόμενοι, κώ-δωνα διέσειον, καὶ οὕτως ἐξεπείραζον τὸν καθεύδοντα. ἀπὸ δὲ τῶν ὀρτύγων ἡ χρῆ-σις. τοὺς γὰρ ὑπομείναντας τὸν ἦχον τοῦ κώδωνός φασιν ἐπιτηδείως ἔχειν πρὸς μά-χην. φασὶ δὲ καὶ τοὺς ἵππους τοῖς κώδω-σιν ἐξετάζεσθαι

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
