# Lexicon (Α-Ο) 1.500.46-1.503.32

Hesychius, Lexicon (Α-Ο), 1.500.46 to 1.503.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.500.46
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.500.46

χωρυκίδιον· ὅπερ οἱ τοξεύοντες δερμάτινον κοίλωμα τῷ εὐωνύμῳ πήχει περιτιθέασιν κώρυκος· θυλάκιον. ἐστι δὲ δερμάτινον ἀγγεῖον, ὅμοιον ἀσκῷ. οἱ δὲ πλοῖον· οἱ δὲ κόγχην (Macedon.) Κῶς· νῆσος. καὶ δέρμα. εἱρκτή, δεσμωτήριον Corinthii) κωτίλλει· δολίως ἀπατᾷ κωτίλλουσα (Hesiod. opp. 371)· κολακεύουσα κωτίλλω· κολακεύω κώτιλον· ἡδύ. τρανές. λάλον, εὔστομον κωτίλος (Soph. fr. 618)· πανοῦργος, ἀπατηλός, κολακευτής, ἀπατεών, δόλιος. λάλος κωφᾷ· πηροῖ κωφάν· κωφὴν, ἀναίσθητον κωφεῖ· κακουργεῖ, βλάπτει. κολούει. πηροῖ † κῶφες· νεκυσία. κωφά κωφή· ἀναίσθητος. νεκρά κωφῆσαι· κολοῦσαι κώφησις· κόλουσις κωφητέος· βλαπτέος κωφίας· ὄψεως εἶδος, ὁ καὶ τυφλίας κωφόν (Callim. ep. LXIX 2)· ἀναίσθητον. μωρὸν. τὸν ῥοῖζον μὴ ποιούν(τα) κωφός (Herod. I 34)· οὔτε λαλῶν οὔτε ἀκούων. ἐννεός. ἀσθενής κωχεῦει· μετεωρίζει. φέρει. κουφίζει. τὸ δὲ αὐτὸ καὶ κωφεύει κωχεύουσιν· ὀχοῦσι. μετεωρίζουσι. Σοφοκλῆς Καμιχίοις (fr. 303)· πιστοὶ με κωχεύουσιν ἐμ φορᾷ δέμας τάνη. νάρθηξ στρόμβοι φόρον την τες τὸ πλοῖον περὶ Σικελίαν χωρίθιον· χόρτον χωρίς· ψαλὶς χωρυκαῖος ἠκροάζετο (Menand. fr. II p. 113)· παροιμία (παρὰ) τοῖς κωμικοῖς, ὡς θεοῦ τινος ἐπακροωμένου χωρυκίδιον· ὅπερ οἱ τοξεύοντες δερμάτινον κοίλωμα τῷ εὐωνύμῳ πήχει περιτιθέασιν Λᾶ· ἐπὶ τοῦ μεγάλου καὶ τοῦ λίαν ἐτάσσετο. ὅθεν καὶ λακδὴν ἡ μεγάλως κεχηνυῖα λᾶαν· λίθον (Β 319). ἡ ὁρᾶν <80. 274. 237>. ὁ δημεῖν. π (Β 585). καὶ θυλάκιον, ἐν φ οἱ ἡνίοχοι τὰς μάστιγας ἀποτίθενται (Polluc. †λάανα· ἐπιστατὸν †λαβάβηρ· λαχανίσκη ἡ στοιχεῖον ὑγρόν καὶ ἀμετάβολον [9. 10] λαβή· ἀφορμή. ὁρμή. καὶ ἡ τοῦ ξίφους λαβή λαβήν (Ar. Eqq. 841)· αἰτίαν λαβήροις· ποτιστηρίοις λάβιρος· βόθυνος λαβίς· σκεῦος χρυσοχοϊκόν λαβραγύρης· λάβρος ἐν τῷ λέγειν [ad 18] λαβράζει· λάβρος γίνεται. ἀκολασταίνει. προπετεύεται λαβρεία· ἡ τοῦ λόγου †ἔκληψις λαβρεύεαι (Ψ 474)· μεγαληγορεῖς. προ- γλωσσεύη. ἀθρόως λέγεις, ἀμέτρως [22] ῥέουσι μεγάλα βουλεύονται. θορυβοῦσι σφόδρα λάβρον· [ad 24] προπετές· ταχύ. μαινόμε- νον. βορόν λαβροσιάνων· χορτασμοῦ ἀκόσμου λαβροστομία· ἡ †διάχρηστος λαλιά λαβρότατος· σφοδρότατος λαβρύσσει· λαβρεύει λαβρύσσει· δειλαίνει λαβρώνιον (Comici)· εἶδος ποτηρίου πλατέος λαβύρινθος (Call. Del. 311)· κοχλιοειδής τόπος. λέγεται δὲ ἡ λέξις (καὶ;) ἐπὶ τῶν φλυάρων, παρὰ τὸ πολλοῖς κύκλοις λόγων κεχρῆσθαι

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
