# Lexicon (Α-Ο) 1.505.62-1.506.59

Hesychius, Lexicon (Α-Ο), 1.505.62 to 1.506.59. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.505.62
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.505.62

λάκας· φάραγγας 84 λάχε (Hom.)· ἰδίωμα ἤχου. ἐθλάσθη, συνε- τρίβη. ἤχησεν (N 616) λακεδάμα· ὕδωρ ἁλμυρὸν ἅλοι πεποιημέ- νον, ὃ πίνουσι οἱ τῶν Μακεδόνων ἀγροῖ- κοι 86 λακερόν· εἰκαῖον λακέρυζα· κράχτρια. λοίδορος. φλύαρος. μεγάλα κράζουσα κορώνη (Hesiod. opp. λάλος λακερύζεσθαι· τὰ αὐτά † λαχερωτάν· συνεσταλμένον (λαπαρωτά- τον?) λάχη· ὄαχη. Κρῆτες λάχῃ†δῆξαι· διαρρῆξαι (201. 206) λαχηθμόν· ὃν οἱ Ἀττικοὶ †γλωσσοκό- μον (κλωγμόν;) καλοῦσιν λακήσαι· πατάξαι (855) Λαχιάδαι· δῆμος τῆς Ἀττικῆς, ῥαφανίδας φέρων, ὃν ἐπιβοῶνται κατὰ τῶν μοιχῶν † λακίδαι· βάλλει (cf. λιχάξαι) λακιδαιίμονος (Com.?)· ψοφοῦντος, ἠχοῦντος λακίδες (Aesch. Cho. 28)· σπαδόνες. σπα- ράγματα ἱματίων ἀρμένων σχίσματα λακιδοφορῶν· οὐχ ὑγιῆς λακίζει· †θωπεύει (379). ῥηγνύει. ῥήσσει λακίς· ῥαγὰς. ἐμβολή. ῥαφή. τραῦμα. σχίσμα λάκισμα (Eur. Tro. 497?)· τὰ αὐτά λακισθῆναι· ῥαγῆναι λακὶς χθονός (Trag.)· χάσμα γῆς τοῦ σκελετοῦ· φησὶν † διαχλασθέντος ὀσκέου καὶ τῶν διδύμων κρεμασθέντων καλεῖσθαι λακκόπεδα· τοὺς δὲ διαπαν- τὸς καθειμένον ἔχοντας αὐτὸ λακκο- σχέας· Εὐφρόνιος. ἐπεὶ ὀσχέᾳ λέγεται τὸ ἀγγεῖον, ὅπου οἱ δίδυμοι ἐμβέβληνται· ἀπὸ μέρους τὸ μόριον. οὐχ εὖ. φασὶ γάρ, τοῦ ὀσκέου πάντοθεν καθεῖμένου λακκοσχέας προσαγορεύεσθαι τοὺς τοιούτους λακκοσκάπερδον· λακκόπρωκτον λακκόπλουτος· ὁ Καλλίας ὑπὸ τῶν κω- μικῶν (an. fr. CLV), διὰ τὸ περιτυχεῖν χρυσῷ εἰς φρέαρ βεβλημένῳ λακοπεῖν· πυνθάνεσθαι λακόπιον· πυνθίον λάκοποι· ἀρχὴ τις, ἔνθα οἱ κλέπται κρί- νονται λάκος· ἦχος, ψόφος λακπατῆσαι· λακτίσαι. καταπατῆσαι. ἀνα- τρέψαι Λακρατίδης· Ἀριστοφάνης (Ach. 220) φησί — λαλῶν παλαιὸν Λακρατίδην, τὰ ψυχρὰ βου- λόμενος δηλοῦν· ψυχροὶ γὰρ οἱ γέροντες Λακτίδες <Λυ—>· αἱ τῆς Δήμητρος ἱέρειαι· ἀπὸ τόπου λάκτιμα (Aesch. Ag. 1601?)· λάκτισμα λάκυρος· στεμφυλίας οἶνος Λάκων· εἶδος παρὰ τακτικοῖς. ἢ δὲ Σπαρ- τιάτης ἄντικρυς τῶν Ἀθηναῶν δίοις χρῆσθαι Λακωνικαί (Ar. Th. 142)· ὑποδήματα, ἃ καλεῖται Ἀμυκλάδες <q. v.> Λακωνικὸν τρόπον· τὸ περαίνειν, καὶ παιδεραστεῖν, τὸ παρέχειν ἑαυτὰς τοῖς ξέ- νοις. ἥκιστα γὰρ φυλάττουσι Λάκωνες τὰς γυναῖκας Λακωνικός· στερ(ρ)ός. ἀνδρεῖος λάλαγες· χλωροὶ βάτραχοι περὶ τὰς Λίμνας ⟨352⟩, οὓς ἔνιοι κεμβέρους. οἱ δὲ ὀρνέου

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
