# Lexicon (Α-Ο) 1.510.11-49

Hesychius, Lexicon (Α-Ο), 1.510.11 to 1.510.49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.510.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.510.11

λαύρη· δημόσιος στενωπός, καὶ ἄμφοδον, ῥύμη, ὁδός, δι’ ἧς οἱ λαοὶ ῥέουσιν Λαύρεια (Herod. VII 144)· τὰ ’Αθήνησι χρύσεια μέταλλα λεγόμενα [25] λαύρη· ῥύμη στενή λαῦρον· τὴν δάφνην. ἢ μέταλλον ἀργύρου παρὰ ’Αθηναίοις <424> λαυροστάται (Cratin. fr. LXXI p. 201)· οἱ ἐν τοῖς μέσοις ζυγοὶ ὄντες ἐν τισὶ στενωποῖς μὴ θεωρούμενοι. οἱ δὲ χείρους μέσοι ἵστανται. οἱ δὲ ἐπιτεταγμένοι πρῶτοι καὶ ἔσχατοι +λαῦσαι· περιππεύσαι τοῖς δεσπόταις +λαυστήρ· μοχθηρός. ὅμοιον δὲ τῇ δυνάμει τὸ ὄνομα. ἢ οἴκου λαύρα λαύστρανον· τινὲς λύχον, τινὲς φρέατος ἄρπαγα λαυχάνη· γλῶσσα λαυφθάσσει· λάβρως ἰσθίει <446> λαυφθάξει· σπεύδει <446> λαφθία· ἡ ἀσπίς, ὅπλον <169> λάφνη· δάφνη. Περγαῖοι ?λάφωνοι· λίαν ἄφωνοι λαφός· ὁ ἀριστερᾷ χειρὶ χρώμενος <147> Λαφριάδαι· φρατρία ἐν Δελφοῖς COD. 12 λατταμυῖα, πολυρῆνιοι (cf. θάπτα λάχος λαφύειν· τὸ εἰς αὐτὸν ἀσχημονεῖν λαφύξαι· καταπιεῖν, ἀναλῶσαι λαφύξας· διασπαράξας, ἀφειδῶς θοινησά-μενος λάφυρα (Aesch. Sept. 278)· τὰ ἐκ τῶν πο-λεμίων ἔτι ζώντων λαμβανόμενα. τὰ δὲ τεθνεώτων αὐτῶν, σκῦλα (λαφυραγωγεῖ·) αἰχμαλωτίζει λαφυροπωλεῖ· ....... λαφύρων (Eur. Rh. 179)· αἰχμαλωσιῶν (λαφύς· δάπανος ἢ βορός) v. λαιφύς λαφύσσει (A 167 P 64)· μετὰ σκυλμοῦ ἐσθίει. σπαράσσει. λάκτει, καταπίνει. σκεύ-δει (433. 34). μετὰ θυμοῦ ἐσθίει Λαφύστιον· ὄρος τῆς Βοιωτίας. καὶ Λα-φύστιος· ὁ ἐντεῦθεν λαχαίνειν (Callim. fr. CCCV)· ὀρύσσειν, σκάπτειν· ἀφ’ οὗ καὶ τὸ λάχανον· τὸ μεγάλως χαῖνον λάχα.να· τὸ ἐπὶ τῆς ἀκῆνης πεπλεγμένον, ἐν ᾧ καθέζονται λάχεια (ι 116)· εὔσκαφος καὶ εὔγειος· παρὰ τὸ λαχαίνεσθαι, ὅ ἐστι σκάπτεσθαι πυ-κνῶς λαχεῖν δίκην· γράφασθαι, δικάσασθαι λάχη· λῆξις. ἀποκλήρωσις λαχήνας· σκάψας †λαχμόν· κούρης βάρος. λακισμός λαχμῷ στεινόμενος (ι 445)· τῇ δασύτητι καὶ τοῖς μαλλοῖς πεπυκνωμένος λάχνη· δασεῖα θρίξ (B 219). χαίτη. κόμη. ὕλη. δασύτης (K 134) παρὰ τὸ λάσιον. δη-λοῦται δὲ καὶ οὕτως, καὶ ἡ κροχ.., ἡ ἐποῦσα τοῖς ἱματίοις τρίχωσις λαχνήεντα· τετριχωμένα, δασέα, ἢ τρι-χωδὴ (Σ 415). ἢ ὄροφον (Ω 451), τὸν κάλαμον, ᾧ ἐστέγαζον τοὺς οἴκους, ὃς ἔχει τινὰ δασύτητα. ὄροφος γὰρ κάλαμος καὶ τὸ ἐρέφειν τὸ στεγάζειν εἴρηται [60—62]

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
