# Lexicon (Α-Ο) 1.542.9-1.543.16

Hesychius, Lexicon (Α-Ο), 1.542.9 to 1.543.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.542.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.542.9

μαρίλη (Ar. Ach. 350)· ὁ χνοῦς. καὶ τὸ λεπτὸν τῶν ἀνθράκων (Hippocr. 648, 55) μαριλοκαυτῶν (Soph. fr. 959)· ἀνθρα-κευτῶν· μαρίλη γὰρ τὸ ἀπόψημα τῶν ἀνθράκων μαρίν· τὴν σῦν. Κρῆτες <col. 106, 75> Μαρῖνος· κίθαρος. ἰχθὺς θαλάσσιος (Ar. HA. VI 16, 1 VIII 20, 6). καὶ ὄνομα κύριον90 μαρίς (Ar. HA. VIII 11)· ἐξ κοτύλας. κα-λεῖται δὲ ὁμωνύμως καὶ τὸ μακρὸν πέπερι Μαρίταιον· τὸν Δία μαρκάς· μακάριος. εὔμοιρος94 μαρμάραι· αἱ τῷ ἐρυθροδάνῳ βεβαμμέναι μαρμάρε[i]ον· λευκόν, λαμπρόν. ἄνθος †μάρμαρα· λαμπρά <310>. ἐρισύβη μαρμαρόεντα· λάμποντα300—3 μάρμαρος (Call. Ap. 24?)· λευκὴ λίθος μαρμαρυγαί· αἱ συνεχεῖς τῶν ποδῶν κινη-σεις (Θ 265). ἢ λαμπηδόνες (Hippocr. p. 1222 D) μαρμαρυγή· φῶς. ἀστραπή. βῆμα. πήδημα. λαμπηδών. κίνησις ποδῶν συνεχής. αὐγή ὀφθαλμῶν [7—11] μαρνάμενοι (Z 256)· μαχόμενοι <1679> μάρνεται (Δ 513)· μάχεται ἐν πολέμῳ μάρπτεν· κατελάμβανε, συνελάμβανε. καὶ μάρπτει, ὁμοίως [16] μάρπτοντα· κρατοῦντα μάρρον· ἐργαλεῖον σιδηροῦν †μάρσεται· κτήσεται [21] μάρσιοι· οἱ γαστρίμαργοι. ἢ σάκκοι [23. 24] μαρτύρομαι· ἐπιφωνοῦμαι μάρτυρ· μάρτυς μαρυκᾶσθαι· ἀναπέμπειν τὴν τροφὴν καὶ πάλιν αὐτὴν ἀναμασᾶσθαι μαρυκᾶται· ἀναμασᾶται μάρψαι· συλλαβεῖν [ad 29] [30] μᾶσασθαι (λ 590)· ἐφάψασθαι. καθᾶραι μᾶσθλη καὶ μάσθλης· δέρμα (Hippocr. II p. 275 K), καὶ ὑπόδημα φοινικοῦν. καὶ ἥνια. διφθέρα μᾶσθλητας θ’ ὁμοῦ· τὰς ἡνίας. καὶ γὰρ ἡ μᾶσθλη. Σοφοκλῆς Ἀνδρομέδᾳ καὶ Συνδείπνοις (fr. 125) μασί· μεγάλως <346> μασίγδουπον βασιλῆα (ep. inc.)· μεγαλόπηχον, τὸν μέγαν ἐν ἥχῳ Μασιμᾶνας· τοὺς βαρβάρους οὕτως ἔλεγον μᾶσκη· δίκελλα <cf. μάκκορ et βάσκη> μάσπετα (Antiphan. com. III p. 48)· τοῦ σιλφίου τὰ πρῶτα πέταλα, ἢ τὸ τοῦ καυλοῦ ὄπιον <cf. μαγύδαρις> μᾶσσαι· ζητῆσαι. καθαρίσαι. φυρᾶσαι †μασσᾶσθαι· μάχεσθαι. [ad 42] ἀναγκά- ζεσθαι μᾶσσει· καθαρίζει. καὶ τὰ λοιπὰ μεῖζον. μικρόν, ἔλασσον (Xen. ΚΠ. II 4, πορρώτερον μᾶστα· ἡγεμών. ἢ μεγάλως <336> μαστάζει (Nic. Th. 916)· μασᾶται <362> μαστάζεται· διαμασᾶται μάστακα (δ 287)· τὸ στόμα· ἀπὸ τοῦ μα- σᾶσθαι. ἢ τὸ μᾶσμα. οἱ δὲ ἀχρίδα (Soph. fr. 645). ἢ σιαγόνα μάσταξ· ἔνθεσις. ἢ ἀχρίς. ἢ στόμα μασταρίζειν (Ar. Ach. 689)· μαστιχᾶσθαι. καὶ τρέμειν. ἢ σφοδρῶς, ἢ κακῶς μασᾶσθαι μαστεύει· ζητεῖ, ἐρευνᾷ, ψηλαφᾷ, ἐπιζητεῖ μαστήρ (Soph. Tr. 733)· ἐρευνητὴς <396> μαστῆρες (Hyperides)· ζητοῦντες, ἐρευνῶν-

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
