# Lexicon (Α-Ο) 1.555.12-1.556.6

Hesychius, Lexicon (Α-Ο), 1.555.12 to 1.556.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.555.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.555.12

μέτοικοι· οἱ ἐνοικοῦντες ξένοι ἐν τῇ πό- λει, καὶ τελοῦντες ἀπὰ δραχμὰς δώδεκα τοῦ ἐνιαυτοῦ εἰς τὸ δημόσιον. μετανάσται δημόσιοι μετοίχεσθαι· ἀπελθεῖν, πορεύεσθαι, με- τελθεῖν μετοχλάζει (N 281 ?)· γονατίζει μετοχωχή· μετοχή. ἐποχή. ἡ ὀχεία μετόπιν (Soph. Phil. 1189)· κατόπισθεν μετόν (Ar. fr. IX p. 1106)· ἐξόν. προϋπάρχον μετόπισθεν· ὕστερον μετόπωρον· μετὰ τὴν ὀπώραν, τροπὴ μετὰ θέρος †μετουσῶ· περιβλέπω, ἀφορῶ, ἀποβλέπω μετοχετεύσας· μεταγαγών μετοχή· κοινωνία. σχέσις μετρεῖ· δανείζει. καὶ μετρεῖσθαι, δανεί- μετριάζει· μετριοφρονεῖ μέτριοι· ἐπιεικεῖς. μικροί, εὐτελεῖς. καὶ οἱ μεμετρημένην οὐσίαν ἔχοντες μετριοπαθής· μικρὰ πάσχων. ἢ συγγνω- σκων ἐπιεικῶς — Μήδιος μέτρον· πέρας. ἢ ἄλλο τι ὡρισμένον 25 μεττρία (Cret.)· εὔθυνα ἄρχοντος γεγονό- τος <370> μετώπιον (Λ 95)· τὸ μέρος τῶν ὀφρύων μετῶπις· ἰατρικὸς ἐπίδεσμος 26 μέχρι· ἕως τινός μὴ ἄν· ἀντὶ τοῦ οὐ 22—25 μηδαμινός· ἄτιμος ?μήδειν· μὴ ἐσθίειν 28. 29 μὴ δαπανῶμεν· μὴδ’ εἰς δαπάνην ἐμβάλ- λῶμεν μήδεα· βουλεύματα· (Β 340) ἐμ πυρὶ δὴ βουλαὶ τε γενοίατο μήδεα τ’ ἀνδρῶν καὶ τὰ αἰδοῖα· (σ 87) μήδεά τ’ ἐξερύσας δῶν χυλὸν ὠμὰ δά- σασθαι φροντίζειν 44. 45 μήδεσθαι· τεχνήσασθαι. βουλεύσασθαι μήδεται· [ad 47] τεχνάζεται 48 μὴδ’ ἕτερος· μηδὲ εἷς μήδετο· ἐφρόντιζεν. ἐτεχνάζετο. ἐβουλεύετο (Χ 395) μὴ δὴ οὖν· μηδαμῶς οὖν μὴ δῆτα (Soph. OC. 175)· μηδαμῶς <1138> Μηδικοὶ ὄρνεις· Μῆδοι ἀλεκτρυόνες Μηδικὴ πόα (Ar. Eqq. 606)· ἡ τρίφυλλος. οἱ δὲ λωτὸν κτήνεσιν ἀρμόζοντα Μηδινεύς· Μηδεὺς παρὰ ad 59 παρὰ δὲ Λυδοῖς ὁ Ζεὺς ad 59 μήδιος· μαλακός <μήλιος?>. καὶ βοτάνης εἶδος. καὶ λίθος τις Μηδιάτης 61—63 # 1041 Μήθυμν Μήθυμνα (Call. Ep. XVI 3)· πόλις Λέσβου Μηθυμναῖος· ὁ Διόνυσος Μηθῶν· πόλις [67. 68] μηκάδες (Λ 383 Ψ 31)· ἢ αἱ μηκώμεναι αἶγες, ἢ κραυγάστριαι. ἔνιοι δὲ τὰς κερατώδεις· μήκα γὰρ τὰ κέρατα. Ἀππίων δὲ τοκάδας μηκᾶσθαι· κράζειν ὡς αἶξ μηκᾶται· τοῖς ἐρίφοις ἴσως κράζει μηκεδανόν· μακρόν [73] μήκιστα (ε 299. 465)· μέγιστα, ὑπερμεγέθη, ἔσχατα μήκος· μάκρος [76. 77]

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
