# Lexicon (Α-Ο) 1.559.9-1.560.22

Hesychius, Lexicon (Α-Ο), 1.559.9 to 1.560.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.559.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.559.9

Μιμαλλόνες (Callim. fr. CCCC1)· Βάχαι. †βοαὶ δρόμοι μιμά(ι?)ξασα· χρεμετίσασα. φωνήσασα <1378> †μίμαρ· ἀναιδὲς [69] μίμαρκυς· κοιλία καὶ ἔντερα τοῦ ἱερείου μεθ’ αἵματος σκευαζόμενα. μάλιστα δὲ καὶ ἐπὶ λαγωῶν αὐτῇ ἐχρῶντο· ὅτε δὲ καὶ ἐπὶ ὕός. ὁ δὲ Φερεκράτης παίζων (fr. XV p. 340) καὶ ἐπὶ ὄνου φησί †μίμαστα· ἄγρια λάχανα <1337> μιμανλεῖν· μιμεῖσθαι. ὑποκρίνεσθαι ? Μίμαλις (Call.)· ἡ νῦν Μῆλος <791> [75. 76] μιμηλόν· ὅμοιον, ἐξομοιοῦν. παρὰ τὸ μιμήσασθαι μιμιχμός· τοῦ ἵππου φωνή <1367> [79] μινύρονται μινυάξετε· μίμνετε. μένετε [81. 82] μινυήσκει· μνημονεύει [84] †μινυοτοβία· ναῦς, ἢ ἄνθρωποι βεβήκα- σιν <1690> μίνυ (Z 417)· αὐτόν, αὐτήν (η 67), αὐτό (A 237). τρία γένη δηλοῖ [87—89] †μινυδαλόεσσας· ἀριθμός. καὶ τὰ περὶ οὐ- ράνια σύνταξις. Βαβυλώνιοι μίνυδαξ (Amphid. fr. p. 311)· θυμίαμα ποιόν μίνυθα· τὸ ἡδύοσμον <1414>. καὶ †ἀνθρω- πεία κόπρος [93. 94] Μινύαι· οἱ Ὀρχομένιοι, καὶ Μάγνητες μινυανθές (Nic. Th. 522)· πόα ἄσφαλτος. καὶ τρίφυλλον μινύζηον· ὀλιγόβιον [98] μινύθειν· ἐλαττοῦσθαι [1400] μινύθουσιν· φθείρουσι(ν), ἐλαττοῦσι, μει- οῦσιν, ἀφανίζουσιν μίνυνθα· ἐπ’ ὀλίγον χρόνον, ὀλιγοχρόνιον· μίνυ(ν)θα δ’ ἔχазετο δουρός (A 539) ἐπ’ ὀλίγον δὲ ἀπείχετο μάχης [3] μινυνυθαδία, ἡ σελήνη. ἀπὸ τοῦ μινύθειν μινύον <1414>· τὸ βλίτον λάχανον, ἢ κινά- βαρ(ι) †μίνυρες· κλίναι. μάρτεις <v. πύξ> μινύρεται (Soph. OC. 671)· κλαίει, θρηνεῖ, δδύρεται μινυρίζει· ὀλίγῃ φωνῇ καὶ οἰκτρᾷ χρῆται ἢ εὐφώνως λέγει μινυρομένη (Ar. Eccl. 880)· θρηνοῦσα. καὶ τὰ ὅμοια μινυρόν· μικρόν, ὀλίγῳ τῇ φωνῇ μινυρίζον νοῦσι, προλέγουσι [14] μινυώριος (Call.)· βραχύυπνος. ἄχρηστος. ἀδύνατος. ὀλιγοχρόνιος. ὀλίγης ὥρας ἄξιος μινφά· εἶδος ἀμπέλου [17. 18] Μινώταυρος· Πασιφάης υἱός μίξαι· σπεῖραι. κεράσαι. συμβαλεῖν μιξίαμβος· λοίδορος. μεμιγμένος λοιδορία. ποιηματοκόπος μίξις· κοίτη, συνουσία (οὔτε βάρβαρος, οὔθ' Ἕλλην, ἀλλ' ἀμφο- τέρων μετέχων) μιξοδίη· τρίοδος (1445) μίξοδος· ὁδός, ἡ εἰς ἑτέραν συμβάλλεται μιξοιφία· μίξις, πλησιασμός [27—29] μιργάβωρ (Elei)· τὸ λυκόφως ...... μίργωαι (Elei)· πηλοῦσαι. οἱ αὐτοί †μίρεα· λάχανα (1337. 1372) †μίρκα· εὐανθής, ποικίλη ἄνθεσι μίρμα· ἐπὶ τοῦ κακοπινούς, καὶ ῥυπαροῦ, καὶ πονηροῦ μίρον· ὅταν ἀπονυστάξῃ τις, λέγουσι Τα- ραντῖνοι [36] †μίρτουλον· μύσος. μίασμα †μιρύκεον· σχοῖνον (μυριχίνεον;) [39] μίσασθαι (Plato)· μιτώσασθαι †Μισατὶς· Μίσης τῶν περὶ τὴν †μητέρα τις, ἣν καὶ ὀμνύουσι

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
