# Lexicon (Α-Ο) 1.566.1-32

Hesychius, Lexicon (Α-Ο), 1.566.1 to 1.566.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.566.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.566.1

μυελός (X 501)· τροφή, ἔδεσμα τὸ ἐντὸς τῶν ὀστῶν (Y 482) μυελαυξεῖ τροφή· τῇ τὸν μυελὸν τρε-φούση μύες· ὀστρέου (Aesch. fr. 32) τι εἶδος. καὶ οἱ κατουχιδιοι καὶ ἐνάλιοι. καὶ αἱ πεπυ-κνωμέναι ἐν ἡμῖν σάρκες μύζει (Hippocr.)· θηλάζει, λείχει. πιέζει ? μύζη· ἀπόπληκτος μύζοντος· μυκτηριζομένου <v. ἐπέμυξαν> μύζουσι· θηλάζουσιν μύησις· μυσταγωγία, μυστικὴ γνώσις <1806> ? μύθαρ· μῦθος μύθα· φωνή. Κύπριοι μύθαρχοι· οἱ προεστῶτες τῶν στάσεων μυθεῖσθαι· λέγειν μυθητήρες· στασιασταί μυθίτης (Anacreo)· ὁ στασιώτης μυθολογῶν· ληρῶν, φλυαρῶν μῦθος· λόγος κενός, ψευδής, εἰκονίζων τὴν ἀλήθειαν. στάσις. ὑπόσχεσις μυῖα χαλκῆ (Carm. popul. fr. 13)· λέγεται παιδιὰ τις, ἣν <ἥν> οἱ παῖδες παίζοντες καταμύου(ω)σιν, ἀποτείνοντες τὰς χεῖρας ἄχρις ἂν τινος ἐπιλάβωνται. καλεῖται δὲ καὶ τὸ πτηρὸν οὕτως μύνδα· παιδιὰ τις οὕτω καλουμένη ἀπὸ τοῦ συμβαίνοντος· καταμύων γὰρ τις τὸ ἐρωτώμενον ἀποφαίνεται σχεδιάζων, ἕως ἂν ἐπιτύχῃ· ἐὰν (δὲ) ἀμαρτῶν ἀναβλέψῃ, πάλιν καταμύει μυ[i]ών (Π 315)· ὁ μὺς τῆς χειρός, τοῦ βραχίονος μυ[i]ῶνες (cf. Π 325)· μύες. φλέβες. καὶ αἱ συνεστραμμέναι σάρκες <1810>, καὶ πε-πυκνωμέναι. ἢ βραχίονες μύχα (Aeol. pro μυκά)· μύκησις <1822> μυχαρίς· νυκτερίς Μυχόνιον μύκας· μυκησεις <1818> μυκᾶσθαι· ὄνοις καὶ καμήλοις ὁμοίως βρύχεσθαι, καὶ βουσί Μυκέρινα· ἡ Μέμφις. Δίδυμος τὴν Σάῦν. ταύτης γὰρ λέγει Ἡρόδοτος (II 130) βασιλεῦσαι Μυκερῖνον <1729> μυκηθμός· βοὴ βοῶν 26 μύκηρος· ἀμυγδαλή (Amerias). τινὲς δὲ μαλακὰ κάρυα (Seleucus) μύκης· μύκητος καὶ μύχου. δίχλιτον μύκης· τοῦ ξίφους (Herod. III 46) ὁ κατὰ τὴν λαβὴν ὁ κρατητὴς καλούμενος. καὶ περὶ τὴν μύξαν τοῦ λύχνου ἐφιστάμενος (Ar. Vesp. 262 Callim. fr. XLVII). ἡ πῖλος. καὶ δερμάτινον ὑπηρέσιον. καὶ τὸ ἀνδρεῖον μόριον (Archiloch. fr. 46. 185). καὶ ὁ ἐν ταῖς ἐλαίαις ἐγγινόμενος ἧλος (Theophr. IV 14, 3) μυκητάτη <μυκισ—>· μωροτάτη 32 ?μυκός· ἄφωνος, ὡς εἰ τις εἴποι μυσαπτόμενος. γλ †μύκλα· μέ, καὶ οἱ μὲν τὸν κακοήθη καὶ σχολιὸν <1858. 1951. 2004> ἄνθρωπον· οἱ δὲ τὸν ἀλαζόνα

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
