# Lexicon (Α-Ο) 1.84.10-1.85.5

Hesychius, Lexicon (Α-Ο), 1.84.10 to 1.85.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius/lexicon/1.84.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesychius/lexicon/1.84.10

ἀνάψω· ἀναθήσω ἄνδα· αὐτή. Κύπριοι ἀνδάνον· ἀρέσκον, εὐάρεστον ἀνδάνοντα (e. c. Eur. Alc. 1111)· ἀρέσκοντα [42] ἄνδας· βορέας ὑπὸ Τυρρηνῶν [44] ἀνδειράδες· πρασιαί. ὄχετοι ταφρώδεις. ἀνδεργμα· ὁ ἐπὶ τῆς τραγικῆς σκηνῆς παραγόμενος παράκοτος ἄνδηρον (Hyperides)· ἄχρον, ἢ τὰ χείλη τῶν ποταμῶν ἀνδικε· ἀνάρ(ρ)ιφον. Δικεῖν γὰρ τὸ ῥίπτειν· οὐδὲν καὶ ὁ δίσκος ἀπὸ τοῦ ῥίπτεσθαι. καὶ τὸ δίκτυον τὸ δικούμενον εἰς τὴν θάλασσαν ἀνδίκτης (Callim. fr. CCXXXIII)· τὸ ἀναρριπτόμενον τῆς μυάγρας ξύλον ἀνδινος· περίπατος ἀνδικά· ὁ βόλος· δίκη ἢ ἐξ ὑπαρχῆς δικαζομένη παρὰ Ταραντίνοις <ad ἀνδίκα> [52—54] ἀνδοκάδην· ἐκ διαδοχῆς ἀνδοκεύς· ἀνάδοχος <vid. hoc> Ἀνδοκίδου Ἑρμῆς (Aeschin. Tim. § 125)· ἐπειδὴ πρὸ τῆς οἰκίας τῆς Ἀνδοκίδου εἱστή-κει ὁ Ἑρμῆς, ἀνάθημα φυλῆς (Αἰγῆδος) ἀνδραγαθίαν (sic)· καλοκαγαθία. ἐπαινος ἀνδραγαθίζεται (Thuc. II 63, 1)· ἀνῆ-δεταί τῷ ἀγαθῷ ἀ(ν)δράγρια (Ξ 509)· σκῦλα, τὰ τῶν πιπτόντων ἐν τῷ πολέμῳ ἀνδρῶν ὅπλα, ἀγρεύματα ὄντα (Nicand. fr. 128) ἀνδραχάς (ν 14 Cratin. fr. V p. 30)· κατ᾽ ἄνδρα ἕνα ἕκαστον, ἐπιρρηματικῶς. ὡς εἰ-πεῖν καθ᾽ ἕνα, ἢ κατ᾽ ἄνδρα. οἱ δὲ μερίδες, μοῖραι [63—65] ἀνδραγχος· δήμιος ἀνδραποδίζει· αἰχμαλωτίζει. βιάζει. καὶ ὑπεραίρει ἀνδραποδισμός· αἰχμαλωσία ἀνδραποδ(ώδεις· ἄν)άστατοι, δουλοπρε-πεῖς ἄνδρας γράφειν· τὸ ἐν διδασκάλου τὰ παιδία ὀνόματα γράφειν ἀνδραποδοκάπηλον (Isaeus ap. Harp.)· ἀνδραπόδων μεταβολέα ἄνδρ᾽ ἀφάσσειν· κατ᾽ ἄνδρα ἐφάπτεσθαι †ἀνδραφυστεῖν· φεύγειν, ἢ ἐπὶ φόνῳ διώκειν ἀνδραχθέσι (χ 121)· τοῖς δυναμένοις καὶ ἀνδράσιν ἄχθος ποιῆσαι ἀνδρεία· ἰσχύς. καὶ τὰ συσσίτια Κρητῶν <ad ἀνδρεῖα Aristot. Pol. II 8> [76. 77] ἀνδρεῶν (Herod. I 34)· ὁ μέγας οἶκος ἀνδρηλάται· κατήγοροι. καὶ ἐπὶ φόνῳ διώκοντες [80. 81] ἀνδρ(ε)ικελον (Plat. Rep. VI 501 B)· χρῶ-ματος εἶδος. καὶ τὸ ὅμοιον . . . . 83. 84 ἀνδροβάσμος (Cretes)· στενὴ ὁδός ἀνδρόγυνος· ὁ Ἑρμαφρόδιτος. καὶ ὁ ἀσθε-νῆς (Aeschin. p. 45, 5), ἤγουν ὁ ἀνίσχυρος ἀνδροδμῆς· ὕπανδρος γυνή ἀνδροδόμων· τριχλίνων ἀνδροκάδες· πόα τις <ἀνδρόσακες> ἀνδροκᾶς (Aeoles?)· μερίς Ἀνδροκλείδαι· γένος Ἀθηναίων ἀνδροκμήτῳ (A 371)· ἐν φ̓ ἀνὴρ ἀποθα-νὼν κεῖται. ἢ ὑπὸ ἀνδρὸς οἰκοδομηθέντι

---

Hesychius, Lexicon (Α-Ο). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003621.
