# Ἠθικὴ στοιχείωσις 252.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 252.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/252.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/252.1

ΔΗΜΗΤΡΙΟΥ ΦΑΛΗΡΕΩΣ ΤΩΝ ΕΠΤΑ ΣΟΦΩΝ ΑΠΟΦΘΕΓΜΑΤΑ. α'. Κλεόβουλος Εὐαγόρου Λίνδιος ἔφη· Μέτρον ἄριστον. — Πατέρα δεῖ αἰδεῖσθαι. — Εὖ τὸ σῶμα ἔχειν καὶ τὴν ψυχήν. — Φιλήκοον καὶ μὴ πολυλήκοον. — Πολυμαθῆ, μὴ ἀμαθῆ. — Γλωσσαν εὐχρῆμον κεκτησθαι. — Ἀρετῆς οἰκεῖον καὶ χαρίτας ὁλλότριον ἀδικίαν μισεῖν. — Εὐσέβειαν φυλάσσειν. — Πολίταις τὰ βέλτιστα συμβουλεύειν. — Γλῶττης κρατεῖν. — Βία μηδὲν πράττειν. — Τέκνα παιδεύειν. — Τύχῃ εὐχεσθαι. — Ἐχθρας διαλύειν. — Τὸν τοῦ δήμου ἔχθρὸν πολέμιον νομίζειν. — Γυναικὶ μὴ μάχεσθαι· μηδὲ φιλοφρονεῖσθαι ἄλλοτρίων παρόντων· τὸ μὲν γὰρ ἐστι χέρηρον, τὸ δὲ μανίας δύναται παρέχειν. — Οἰκέτας μελόντας μὴ κολάζειν· εἰ δὲ μή, δόξεις καὶ αὐτὸς μελῦειν. — Γαμεῖν ἐκ τῶν ὁμοίων· ἐὰν γὰρ ἐκ τῶν κρειττόνων, δεσπότης, οὐ συγγενὲς κτήση. — Μὴ ἐπιγέλα τῷ σκώπτοντι· ἀπεχθὴς γὰρ ἐσὶ τοῖς σκωπτομένοις. — Εὐποροῦντα μὴ ὑπερήφανον εἶναι, ἀποροῦντα μὴ ταπεινούσθαι.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
