# Ἠθικὴ στοιχείωσις 308.1.1-10

Hierocles, Ἠθικὴ στοιχείωσις, 308.1.1 to 308.1.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/308.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/308.1.1

ἡμίσει μὲν χρόνῳ τῇ ἡμίσει, ἐν διπλασίῳ δὲ τῷ διπλάσιον εἶναι κεκινημένον. Τούτων προληφθέντων σταδίων ὑποτίθεται, ἐφ’ οὖ τὸ δ’, καὶ τέσσαρα μεγέθη, ὁσαύτων, ἀρτία μόνον, ὥστε ἔχειν ἡμίσην, ἰσόοχκα, ὡς δὲ ὁ Εὐδήμος φησι, κύβους, ἐφ’ ὧν τὰ α’α’α’α’, ὡς τὸ μέσον διάστημα ἐπέχειν τοῦ σταδίου ἑστῶτα ταῦτα. Ὄν ἐστώτων πρώτων ὁρίζει τὸ πρὸς τῇ ἀρχῇ τοῦ σταδίου τῇ κατὰ τὸ δ’, ἐσχάτον δὲ τὸ πρὸς τῷ ε’, καὶ λαμθάνει ἄλλους τέσσαρας ὀχκους ἢ κύβους, ἴσους τοῖς ἐστώσι καὶ τὸ μέγεθος καὶ τὸν ἀριθμὸν, ἐφ’ ὧν τὰ β’ β’β’β’, ἀρχομένους μὲν ἀπὸ τῆς ἀρχῆς τοῦ σταδίου, τελευτῶντας δὲ κατὰ τὸ μέσον τῶν τεσσάρων α’α’α’α’, κινουμένους δὲ τούτους ὡς ἐπὶ τὸ ἔσχατον τοῦ σταδίου τὸ ε’. Διὸ καὶ πρώτων λέγει τὸν κατὰ τὸ μέσον τῶν α’α’α’α’ ὡς ἐμπροσθὸν ἄντα τῶν λοιπῶν ἐν τῇ ἐπὶ τοῦ ε’ κινήσει. Διὰ τοῦτο δὲ ἀοτίους (leg. ἀρτίους) ἔλαθε τοὺς ὀχκους, ἵνα ἔχωσιν ἡμίσην· δεῖται γὰρ τούτων, ὡς μαθησόμεθα. Διὸ καὶ τὸ πρῶτον β’ κατὰ τοῦ μέσου τῆσιν τῶν ἐστώτων α’α’α’α’ εἶτα καὶ ἄλλους ἴσους τῷ μεγέθει καὶ τῷ ἀριθμῷ, τοῖς β’β’β’β’ ὁλονότι καὶ τοῖς α’α’α’α’, λαμβάνει, ἐφ’ ὧν τὰ γ’γ’γ’γ’, ἀντικειμένους τοῖς β’β’β’β’. Τῶν γὰρ β’β’β’β’ ἀπὸ τοῦ μέσου τοῦ σταδίου, ἐν ᾧ καὶ τῶν α’α’α’α’ τὸ μέσον ἦν, ἐπὶ τὸ ἔσχατον τοῦ σταδίου τὸ ε’ κινουμένων, οἱ γ’γ’γ’γ’ ἀπὸ τοῦ ἐσχάτου μέρους, ἐν ᾧ τὸ ε’, ἐπὶ τὸ δ’ κινούνται τὸ ἐν τῇ ἀρχῇ τοῦ σταδίου. Καὶ πρώτον δηλονότι τῶν τεσσάρων γ’γ’γ’γ’ τὸ πρὸς τὸ δ’ νενευκὸς, ἐφ’ ᾧ ἡ κίνησις τοῖς γ’γ’γ’γ’.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
