# Ἠθικὴ στοιχείωσις 308.1.11-16

Hierocles, Ἠθικὴ στοιχείωσις, 308.1.11 to 308.1.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/308.1.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/308.1.11

Τίθησι δὲ τὸ πρώτον γ’ κατὰ τοῦ πρώτου β’. Τοιαύτης οὖν τῆς ἐξ ἀρχῆς θέσεως ὑποτεθείσης, ἐὰν τῶν α’α’α’α’ ἐστώτων τὰ μὲν β’β’β’β’ κινεῖται ὡς ἀπὸ τοῦ μέσου τῶν τε α’α’α’α’ καὶ τοῦ σταδίου ἐπὶ τὸ τέλος τοῦ σταδίου τὸ ε’, τὰ δὲ γ’γ’γ’γ’ ὡς ἀπὸ ἐσχάτου τοῦ σταδίου ἐπὶ τὴν ἀρχὴν δηλονότι (οὐ γὰρ δὴ ὡς ἀπὸ τοῦ ἐσχάτου β’, ὅπερ, ὡς εἴοικεν, ἐν τισιν ἀντιγράφοις εὑρὼν ὁ Ἀλέξανδρος ἠναγκάσθη λέγειν ὅτι ὁ πρότερον εἶπε πρώτων β’, τοῦτο νῦν ἐσχάτον ἔκλασε), συμβαίνει τὸ πρῶτον β’ ἄμα ἐπὶ τῷ ἐσχάτῳ εἶναι τῆς αὐτοῦ κινήσεως καὶ τὸ πρώτον γ’, παρ’ ἄλληλα κινουμένων αὐτῶν καὶ ἰσοταχῶς ἐπὶ τῷ ἐσχάτῳ ἀλλήλων. Τοῦ γὰρ πρώτου γ’ κατὰ τοῦ πρώτου β’ ὄντος ἐξ ἀρχῆς, καὶ ἀντικειμένων αὐτῶν ἰσοταχῶς, καὶ διεξελθόντων ἄλληλα, τὸ μὲν πρώτον β’ ἐπὶ τῷ ἐσχάτῳ ἔσται γ’, τὸ δὲ πρῶτον γ’ ἐπὶ τῷ ἐσχάτῳ β’. Καὶ τοῦτ’ ἂν εἴη τὸ ἄμα τὸ πρῶτον β’ ἐπὶ τοῦ ἐσχάτου εἶναι συμβαίνει καὶ τὸ πρῶτον γ’, παρ’ ἄλληλα κινουμένων· ἢ γὰρ παρ’ ἄλληλα κίνησις ποιεῖ τὸ ἐν τοῖς ἐσχάτοις ἀλλήλων γίνεσθαι. Συμβαίνει δέ, φησί, καὶ τὸ γ’ τὸ πρῶτον δηλονότι παρὰ πάντα τὰ α’ διελιλυθὲναι, τὸ δὲ β’ παρὰ τὰ ἡμίση α’.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
