# Ἠθικὴ στοιχείωσις 329.8

Hierocles, Ἠθικὴ στοιχείωσις, 329.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/329.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/329.8

ὡς διὰ πολλῶν δὴ γλῶσσαν· ῥηθέντα ματαίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων. Ἐτι ἐν ὃν οὐδὲν ἀτόπον εἰ μὴ πάντα ὁμοίον ἐστιν· εἰ γὰρ ἐστὶν ὕδωρ ἅπαν ἢ πῦρ ἢ ὁ, τι ἕτερο τοιούτον, οὐδὲν κωλύει πλεῖον εἰπεῖν τοῦ ὄντος ἑνός, εἰ δὴ δεῖ ἕκαστον ὁμοῖον αὐτῷ ἐκτισθῆναι· οὐ γὰρ τὸ μὲν μανόν, τὸ δὲ πυκνὸν εἶναι, μὴ ὄντος ἐν τῷ μαχνῷ κενού. Οὐδὲν δὲ κωλύει, τῷ μαχνῷ ἐνεῖναι ἐν τισι μέρεσι χωρὶς ἀποκεκριμένου τὸ κενόν, ὥστε τοῦ ὅλου τὸ μὲν πυκνὸν εἶναι τὸ δὲ μαχνόν, τὸ πᾶν οὕτως ἔχον· ἀλλ’ ὁμοίως ἅπαν πλήρες ὃν, τὸ μαχνόν οὐχ ἧττον πλήρες ἐστὶ τοῦ πυκνοῦ. Εἰ δὲ καὶ ἀγέννητόν ἐστι, πῶς ἂν διὰ τοῦτο ἀπειρον δοθεῖν εἶναι, καὶ μὴ ἐνδέχεσθαι ἄλλο καὶ ἄλλο ἀπειρον εἶναι· διὰ τί καὶ ἐν τούτῳ ἤδη προσαγορευτέον καὶ ἀπειρον· πῶς γὰρ ἂν τὸ ἀπειρον εἴη ὅσον τὸ ὅλον ἂν οἴονται εἶναι· ἀξίνηντος ο’ εἶναι ζητεῖν, εἰ κενόν μὴ ἐστιν· ἅπαντα γὰρ κινεῖσθαι τῷ ἀλλάττειν τόπον. Πρῶτον μὲν οὖν τοῦτο πολλοῖς οὐ συνδοκεῖ, ἀλλ’ εἶναί

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
