# Ἠθικὴ στοιχείωσις 401.5

Hierocles, Ἠθικὴ στοιχείωσις, 401.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/401.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/401.5

23 Περὶ μὲν οὖν βαρεὸς καὶ κοῦφου καὶ σκληροῦ καὶ μαλακοῦ ἐν τούτοις ἀπορίζει· τῶν δ’ ἄλλων αἰσθητῶν οὐδενὸς εἶναι φύσιν, ἀλλὰ πάντα πάθη τῆς αἰσθήσεως ἀλλοιουμένης, ἐξ ἧς γίνεσθαι τὴν φαντασίαν. Οὐδὲ γὰρ τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ φύσιν ὑπάρχειν, ἀλλὰ τὸ σχῆμα μεταπιπτον ἐργάζεσθαι καὶ τὴν ἡμετέραν ἀλλοίωσιν· ὅ, τι γὰρ ἂν ἀθροῦν ἢ, τοῦτ’ ἐνισχύειν ἑκάστῳ, τὸ δ’ εἰς μικρὰ διανενημημένον ἀναλίσχεσθαι εἶναι. Σμικειον δέ, ὡς οὐκ εἰσὶ σῦσει, τὸ μὴ ταῦτά πᾶσι φαίνεσθαι τοῖς ζῴοις, ἀλλ’ ὁ ἡμῖν γλυκύ, τοῦτ’ ἄλλοις πικρόν, καὶ ἑτέροις ὀξύ, καὶ ἄλλοις ὀριμό, τοῖς δὲ στρυφνόν· καὶ τὰ ἄλλα δι’ ὁσαύτως. Ἐτι δ’ αὐτοὺς μεταβάλλειν τὴν κρίσιν κατὰ τὰ πάθη καὶ τὰς ἡλικίας· ἢ καὶ φανερὸν, ὡς ἡ διάθεσις αἰτία τῆς φαντασίας. Ἀπλῶς μὲν οὖν περὶ τῶν αἰσθητῶν οὕτως δεῖν ὑπολαμβάνειν. Οὐ μὴν ἀλλ’ ὥσπερ καὶ τὰ ἄλλα, καὶ ταῦτα ἀνατιθῆσι τοῖς σχήμασι· πλὴν οὐχ ἀπάντων ἀποδεῖξαι τὰς μορφάς, ἀλλὰ μᾶλλον τῶν χυλῶν καὶ τῶν χρωμάτων· καὶ τούτων ἀκριβέστερον διορίζει τὰ περὶ τοὺς χυλοὺς, ἀναφέρων τὴν φαντασίαν πρὸς ἄνθρωπον.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
