# Ἠθικὴ στοιχείωσις 408.2

Hierocles, Ἠθικὴ στοιχείωσις, 408.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/408.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/408.2

1. Τὸν δὲ σκορπίον ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις λ´. Ἐν δὲ τῇ δ´ ἡμέρᾳ Δημοκρίτῳ πλειάδες δύουσιν ἅμα ᾧσ´ ἀνεμοὶ χειμέριοι ὡς τὰ πολλὰ καὶ ψύχη, ἥδη καὶ πάγην· ἐπιπνεῖν φιλεῖ· φυλλόρροοιν ἀρύεται τὰ δένδρα μάλιστα. Ἐν δὲ τῇ ιγ´ Δημοκρίτῳ λύρα ἐπι-βάλλει ἅμα ἡλίῳ ἀνίσχοντι καὶ ὁ ἀὴρ χειμέριος γίνε-ται ὡς ἐπὶ τὰ πολλά. Τὸν δὲ τοξότην ὁ ἥλιος διαπο-ρεύεται ἐν ἡμέραις κθ´. Ἐν δὲ τῇ ιε´ Δημοκρίτῳ ἀετὸς ἐπιτέλλει ἅμα ἡλίῳ καὶ ἐπισημαίνειν φιλεῖ βροντὴν καὶ ἀστραπὴν καὶ ὕδατι ἢ ἀνέμῳ ἢ ἀμφοτέρα ὡς ἐπὶ τὰ πολλά. Τὸν δὲ αἰγόκερον ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις κθ´. Ἐν δὲ τῇ ιθ´ Δημοκρίτῳ νότος πνεῖ...... ὡς ἐπιτέλλει. Τὸν δὲ ὑδροχόον διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λ´. Ἐν μὲν οὖν τῇ β´ Δημοκρίτῳ [γίνεται] χει-μών. Ἐν δὲ τῇ ιε´ Δημοκρίτῳ ζέφυρος πνεῖν ἀρύεται καὶ παραμένει ἡμέρας γ´ καὶ μ´ ἀπὸ τροπῶν. Τοὺς δὲ ἰχθύας ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις λ´. Ἐν δὲ τῇ δ´ Δημοκρίτῳ ποικίλαι ἡμέραι γίνονται ἀλκυονίδες καλούμεναι. Ἐν δὲ τῇ ιθ´ Δημοκρίτῳ ἀνεμοὶ πνέουσι ψυχροί, οἱ ὀρνιθίαι καλούμενοι, ἡμέρας μάλιστα θ´. Τὸν δὲ κριὸν διαπορεύεται ὁ ἥλιος ἐν ἡμέραις λα´. Ἐν δὲ τῇ ιγ´ Δημοκρίτῳ πλειάδες κρύπτονται ἅμα ἡλίῳ ἀνίσχοντι, καὶ ἀφανεῖς γίνονται νύκτας μ´. Τοὺς δὲ δι-δύμους ὁ ἥλιος διαπορεύεται ἐν ἡμέραις λβ´. Ἐν δὲ τῇ ι´ Δημοκρίτῳ ὤδωρ γίνεται. Ἐν δὲ τῇ κθ´ Δημοκρίτῳ

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
