# Ἠθικὴ στοιχείωσις 456.3

Hierocles, Ἠθικὴ στοιχείωσις, 456.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/456.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/456.3

ΥΠΟΜΝΗΜΑ. Ἡ φιλοσοφία ἐστὶ ζωῆς ἀνθρωπίνης κάθαρσις καὶ τελειότης, κάθαρσις μὲν ἀπὸ τῆς ὑλικῆς ἀλογίας καὶ τοῦ θνητοειδοῦς σώματος, τελειότης δὲ ὡς τῆς οἰκείας εὐζωίας ἀνάληψις πρὸς τὴν θείαν ὁμοίωσιν ἐπανάγουσα. Ταῦτα δὲ πέφυκεν ἀρετὴ καὶ ἀλήθεια μάλιστα ἀπεργάζεσθαι, ἡ μὲν τὴν ἀμετρίαν τῶν παθῶν ἐφορίζουσα, ἡ δὲ τὸ θεῖον εἶδος τοῖς εὐφυῶς ἔχουσι προσκτιωμένη. Δεῖ οὖν πρὸς ταύτην τὴν ἐπιστήμην, τὴν μέλλουσαν ἡμᾶς καθαρoὺς καὶ τελείους ποιεῖν, κανόνας ἔχειν τινὰς ἐν βραχεῖ διωρισμένους, οἷον ἀφορισμούς τινας τεχνικούς, ὅπως ἂν ἐν τάξει καὶ εὐμεθόδως πρὸς τὸ τῆς εὐζωίας τέλος ἀφικώμεθα. Τῶν δὲ τοιούτων κανόνων τῶν πρὸς τὴν ὅλην φιλοσοφίαν συντεινόντων τὰ Πυθαγορικὰ ἐπὴ τὰ οὕτως ἐπικαλούμενα χρυσὰ ἐν πρώτοις ἂν θεῖημεν εὐλόγως. Περιέχει γὰρ πάσης φιλοσοφίας πρακτικῆς τε καὶ θεωρητικῆς τὰ καθόλου δόγματα, δι’ ὧν ἂν τις ἀληθεῖαν καὶ ἀρετὴν κτησαίτο καὶ ἑαυτὸν καθαρὸν ἀπολάβοι καὶ τὴν πρὸς θεὸν ὁμοίωσιν εὐτυχήσειε, καὶ (ὡς φησιν ὁ Πλάτωνος Τίμαιος, τῶν Πυθαγορείων δογμάτων ὁ ἀκριβὴς διδάσκαλος) ὑγιὲς τε καὶ ὁλόκληρος γενόμενος εἰς τὸ τῆς προτέρας ἀφίκοιτο εἶδος ἐξεως. Καὶ πρῶτά γε τὰ τῆς πρακτικῆς ἀρετῆς παρατίθεται παραγγέλματα. Πρῶτον γὰρ δεῖ τάξαι τὴν ἐν ἡμῖν ἀλογίαν τε καὶ ῥαθυμίαν· ἔπειτα οὕτως ἐπιβαλεῖν τῇ τῶν θείων γνώσει. Ὡσπερ γὰρ ὀφθαλμῷ λημῶντι καὶ οὐ κεκαθαρμένῳ τὰ σφόδρα φωτεινὰ ἰδεῖν οὐχ οἷόν τε· οὕτω καὶ ψυχῇ μὴ ἀρετὴν κεκτημένῃ τὸ τῆς ἀληθείας ἐνοπτριάσθαι κάλλος ἀμήχανον. Μὴ καθαρῷ γὰρ καθαρὸν ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ἦ. Ἔστι δὲ ἡ μὲν πρακτικὴ φιλοσοφία ἀρετῆς ποιητική, ἀληθείας δὲ ἡ θεωρητική, ὡς καὶ ἐν αὐτοῖς τοῖς ἔπεσι τὴν μὲν πρακτικὴν φιλοσοφίαν ἀνθρωπίνην ἀρετὴν εὑρίσκομεν λεγομένην, τὴν δὲ θεωρητικὴν θείαν ἀρετὴν ὀνοουμένην, ἐν οἷς συμπεράνας ὁ λόγος τὰ τῆς πολιτικῆς ἀρετῆς παραγγέλματα, ταῦτα πόνει (φησί) ταῦτ’ ἐκμελέτα· τούτων χρη ἐράν σε, ταῦτά σε τῆς θείας ἀρετῆς εἰς ἴχνια ὤήσει.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
