# Ἠθικὴ στοιχείωσις 458.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 458.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/458.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/458.1

ὑπεραίρειν τὴν ἀξίαν μήτε ἀπολειφθῆσθαι ταύτης ἐν ταῖς περὶ αὐτῶν ἐννοίαις, ἀλλὰ τοῦτο αὐτοὺς εἶναι τίθεσθαι, ὅ γεγόναι, καὶ ταύτῃν ἔχειν τὴν τάξιν ἣν εἴληχασιν, ἐπὶ τὸν δημιουργὸν αὐτῶν θεὸν ἀναφέρει τὸ σέβας, ὃν καὶ θεὸν θεῶν κυρίως ἂν εἴποι τις καὶ θεὸν ὑπᾶτον καὶ ἄριστον. Τὴν δὲ ὄντως ἀξίαν τοῦ κοσμοποιοῦ καὶ ἀριστοτέγνα θεοῦ μόνους ἂν ἐξευροίμεν, εἰ καὶ θεῶν αἴτιον αὐτὸν καὶ ἀτρέπτων λογικῶν οὐσιῶν ποιητὴν ὑπομνήσκει. Τοῦτους γὰρ νῦν ἀθανάτους θεοὺς ὀνόμασεν ὁ λόγος τοὺς ἀεὶ καὶ ὡσαύτως νοοῦντας τὸν δημιουργὸν θεόν, καὶ δεὶ πρὸς τὸ ἐκεῖνο ἀγαθὸν συντεταμένους, καὶ ἀπ’ ἐκεῖνο τὸ εἶναι καὶ τὸ εὖ εἶναι ἀμερίστως καὶ ἀτρέπτως λαμβάνοντας, ὡς τῆς δημιουργικῆς αἰτίας αὐτοὺς ὄντας εἰκόνας ἀπαθεῖς καὶ ἀκακύντους. Πρέπει γὰρ τῷ θεῷ καὶ τοιαύτας ὑποστήσαι ἑαυτοῦ εἰκόνας, καὶ μὴ πάσας τρεπτάς καὶ ἐμπαθεῖς τῇ εἰς κακίαν ὑπορορῇ, ὅσαί εἰσιν αἱ ἀνθρώπιναὶ ψυχαί, τῶν λογικῶν φύσεων τὸ ἔσχατον οὖσαι γένος, ὡσπερ αὐ ἀκρότατον ἦν νῦν τὸ τῶν ἀθανάτων θεῶν λεγομένων γένος. Καὶ μήποτε πρὸς ἀντιλαίστολὴν τῶν ἀνθρωπίνων ψυχῶν ἀθάνατοι θεοὶ οὕτωι ἐκλήθησαν, ὡς μὴ ἀποθνῄσκοντες τὴν θείαν εὐχωίαν, μηδὲ ἐν λήθῃ ποτὲ γιγνόμενοι μήτε τῆς ἑαυτῶν οὐσίας μήτε τῆς τοῦ πατρὸς ἀγαλότητος. Τοῦτοις δὲ ἡ ἀνθρωπίνη ψυχὴ τοῖς πάθεσιν ὑπόκειται, ποτὲ μὲν νοοῦσα τὸν θεὸν καὶ τὴν ἑαυτῆς ἀξίαν ἀπολαμβάνουσα, ποτὲ δὲ τούτων ἀποπίπτουσα. Διὸ καὶ εἰκότως θεοὶ θνητοὶ λέγοντο ἂν αἱ ἀνθρώπιναὶ ψυχαί, ὡς ἀποθνῆσκουσαι ποτὲ τὴν θείαν εὐχωίαν τῇ ἀπὸ θεοῦ ψυχῇ, καὶ ἀναβιωσκομέναι αὐτὴν πάλιν τῇ πρὸς θεὸν ἐπιστροφῇ, καὶ οὕτω μὲν ζῶσαι τὸν θείον βίον, ἐκεῖνος δὲ ἀποθνήσκουσαι, (ὡς οἷον τε ἀθανάτῳ οὐσίᾳ θανάτῳ μοῖραν μεταλαχεῖν,) οὐ τῇ εἰς τὸ μὴ εἶναι ἐκβάσει, ἀλλὰ τῇ τοῦ εὖ εἶναι ἀποπτώσει. Θάνατος γὰρ λογικῆς οὐσίας ἀθελία καὶ ἄνοια, ὃς ἑπεται καὶ ἡ περὶ τὸν βίον ἀμέτρως τῶν παθῶν ἐπανάστασις. Ἐν γὰρ τῇ ἀγνοίᾳ τῶν κρειττόνων ἀνάγκη δουλεύειν τοῖς χειρόσιν· οὐν ἐλευθερίαται ἄλλως οὐχ οἷον τε ἡ δι’ ἀναμνήσεως εἰς νοῦν καὶ θεὸν ἐπιστροφή. Μεταξὺ δὲ τῶν οὕτω λεγομένων ἀθανάτων θεῶν, καὶ τῶν θνητῶν, ὡς εἴπομεν, θεῶν ἀνάγκη γένος τι εἶναι, τιμιώτερον μὲν ἀνθρώπου, καταδεέστερον δὲ θεοῦ, τῇ δι’ ἑαυτοῦ μεσότητι τὰ ἄκρα πρὸς ἄλληλα συνάπτον, ὥστε τὸ πᾶν τῆς λογικῆς δημιουργίας αὐτὸ ἑαυτῷ συνδεσθῆναι καλῶς. Τοῦτο δὴ τὸ μέσον οὔτε παντελῇ ἀγνοίαν τοῦ θεοῦ ἴσχει ποτὲ, οὔτε παντελῶς ἀκίνητον καὶ ἀεὶ ὡσαύτως διαμένουσαν γνῶσιν, ἀλλ’ ἀεὶ μὲν γινώσκει, ἀλλῶς δὲ καὶ ἄλλως ἐπιβάλλει, καὶ μᾶλλον ἔστιν ὅτε καὶ ἦστον. Τῷ μὲν ἀεὶ γινώσκειν ἀναβέβηκε τοῦ ἀνθρωπίνοῦ γένους, τῷ δὲ μὴ ἀτρέπτως μηδὲ ὡσαύτως ἀεὶ γινώσκειν

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
