# Ἠθικὴ στοιχείωσις 459.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 459.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/459.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/459.1

ὑποβύθηκε τοῦ θείου, φύσει μέσον ὑπάρχον καὶ οὔτε προκοπῇ βελτιωθὼν ἐξ ἀνθρώπου οὔτε ἀμελείᾳ ὑποθὼν ἐκ θεοῦ εἰς τὴν μέσην τάξιν. Πρῶτα γὰρ καὶ δεύτερα καὶ τρίτα ὁ δημιουργὸς θεὸς ὑπέστησε φύσει διαφέροντα ἀλλήλων, καὶ μὴ συγκεοίωσα πρὸς ἀλλήλα, μηδὲ ἀρετῇ καὶ κακίᾳ τὴν τάξιν διακείθοντα· ἀλλ’ κατ’ οὐσίαν ἐστῶτα αἰδίως τῇ συμπορευθοῦσᾳ αὐτοῖς τάξει κατὰ γένος διέστη καὶ ταῖς δημιουργικαῖς αἰτίαις ἀνάλογον ἐτάχθη. Ὡς γὰρ ἐκεῖ πρῶτα καὶ μέσα καὶ ἔσχατα τῆς παντελοῦς σοφίας ἡ τάξις ἔχει (τοῦτο γὰρ ἐστὶν αὕτη καὶ τὸ εἶναι τῇ σοφίᾳ, τὸ ἐν τάξει καὶ τελειότητι προαγεῖν τὴν ποίησιν, ὥστε συνέιναι ἀλλήλαις σοφίαν καὶ τάξιν καὶ τελειότητα·) οὕτω δὴ καὶ ἐν τῷδε τῷ παντὶ τῷ πρὸς τὴν πρώτην νοῦν τοῦ θεοῦ γενομένῳ πρῶτα ἂν εἴη ἐν κόσμῳ, τὰ δὲ πρὸς τὴν μέσην καὶ αὐτὰ μέσα, καὶ τὰ τῷ πέρατι τῶν νοήσεων ἐοικότα τελευταῖα ἂν εἴη ἐν λογικοῖς. Ἔστι γὰρ πᾶς μὲν ὁ λογικὸς διάκοσμος μετὰ τοῦ συμπεφυκότος αὐτῷ ἀφθάρτου σώματος εἰκὼν ὅλου τοῦ δημιουργοῦ θεοῦ. Τῆς δὲ ἐκεῖ ἀκρότητος τὰ ἐν κόσμῳ πρῶτα ἀκήρατος εἰκόν, καὶ τῆς ἐκεῖ μεσότητος μέση εἰκὼν τὰ ἐνταῦθα μέσα, καὶ τοῦ πέρατος τῆς ἐκεῖ ὁσότητος τελευταῖα εἰκόν τὰ ἐν λογικοῖς τρίτα καὶ ἔσχατα. Τοῦτον δὲ τῶν τριῶν γενῶν τὸ μὲν πρῶτον ἀθανάτους θεοὺς ὁ παρὼν λόγος ἐστήσατο, τὸ δὲ μέσον ἥρωας ἀγναούς, καὶ τὸ ἔσχατον δαίμονας καταχθονίους, ὡς μικρὸν ὑστερον

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
