# Ἠθικὴ στοιχείωσις 462.2

Hierocles, Ἠθικὴ στοιχείωσις, 462.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/462.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/462.2

μεμαθηκότας. Σέβας δὲ ὅρκου μόνον ἂν εἴη ἡ τήρησις τῶν ὁμοιωμένων, ὅσον ἐφ’ ἡμῖν, ἀπαραπόδιστος, ἢ πρὸς τὸ μόνιμον καὶ ἀληθευτικὸν τῆς θείας ἔξεως τῇ ἐκουσίῳ ἀνάγκῃ τοὺς σέβοντας τὸν ὅρκον συναρμόζουσα. Καὶ ἡ μὲν πρώτη καὶ ἀπόρρητος εὐορκία, διὰ τῆς εἰς θεὸν ἐπιστροφῆς, αὐδὸς ἀναλαμβάνεσθαι πέφυκε τοῖς ταῖς καὶ καθαρτικαῖς ἀρεταῖς τὴν παρέδρασιν ἰωμένοις τοῦ θείου ὅρκου· ἡ δὲ βιωτικὴ εὐορκία ταῖς πολιτικαῖς ἀρεταῖς διασώζεται. Μόνοι γὰρ οἱ τὰς ἀρετάς ταύτας κεκτημένοι καὶ εὐορκεῖν ἐν τοῖς κατὰ τὸν βίον δύνανται· ἡ δὲ κακία μήτρ’ ἐπιωρίας τῷ ἀδεξίᾳ τοῦ ἤθους τὸν ὅρκον καταπατοῦσα. Πῶς γὰρ ἂν ὁ φιλοχρήματος ἢ πρὸς ἀργυρίου λῆψιν ἢ ἀπόδοσιν εὐορκὸς ποτε γένοιτο; πῶς δὲ ὁ ἀκόλαστος ἢ ὁ δειλὸς ἐμμένειν τοῖς ὅρκοις; καὶ οὐχ ὅπου δ’ ἂν ἐκάτερος αὐτῶν οἴηθὴ πλέον τι ἔξειν, ἐν οἷς ἐστιν ἥττων, ἐνταῦθα τὸ σέβας τῶν ὅρκων ἀποδύεται, ὀνητὰ καὶ ἐπίκπρα τῶν θείων ἀγαθῶν ἀνταλλαττόμενος; Οἷς δὲ καλῶς τὸ τῶν ἀρετῶν ἐνδύεται κτῆμα, τούτοις εὖ καὶ τὸ σέβας τῶν ὅρκων διασώζεσθαι πέφυκε. Μελέτη δὲ ἀρίστη τοῦ τηρεῖν τὸ περὶ αὐτὸν σέβας τὸ μὴ πυκνῶς μηδὲ ὡς ἔτυχε χρῆσθαι τῷ ὅρκῳ, μηδὲ ἐπὶ τοῖς παρατυγούσι, μηδὲ εἰς ἀναπλήρωσιν λόγου, μηδὲ εἰς πίστωσιν διηγήματος, ἀλλ’ ὡς οἷόν τε τηρεῖν αὐτῷ τὴν γρείαν ἐν τοῖς ἀναγκείοις τε ἄμα καὶ τιμίοις, καὶ τότε, ὅτε μηδεμία ἄλλη τῶν τοιούτων σωτηρία παραφαινεται,

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
