# Ἠθικὴ στοιχείωσις 463.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 463.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/463.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/463.1

εἰ μὴ διὰ μόνης τῆς ἐκ τοῦ ὄρκου ἀληθείας. Ἔσται δὲ ταῦτα πιστὰ τοῖς ἀκούουσιν, εἰ τὸν τρόπον σύμφορον τῷ ὄρκῳ παρέχοιμεθα, καὶ μηδεμίαν ὑποψίαν καταλείποιμεν, ὡς ἄρα ποτὲ τῶν ἀνθρωπίνων πραγμάτων φανείν τι μείζον ἡμῖν ἀληθείας, εἴτε ἀνώμοτοις, εἴτε καὶ ὁμώμοις. Τὸ δὲ σέβειν ὄρκον οὐ μόνον εὐορκεῖν, ἀλλὰ καὶ ἀπεργεῖσθαι ὄρκον παρέργυζ. Οὕτω γὰρ ἂν τηρήσαιμεν τὸ εὐορκεῖν, εἰ μὴ καταχρησόμεθα τοῖς ὄρκοις. Καὶ γὰρ ἐν τῇ συγγενείᾳ τοῦ ὁμνύειν ῥαδίως ἂν μεταπίπτει τις εἰς ἐπιτροχίαν· φειδὼ δὲ τῆς ῥησις ἐπεσται. Ἡ γὰρ οὐκ ὀμίζεται, ἥ ὅταν ὄμνυσιν εὐορκεῖ· καὶ οὗτε ἂν ὑπὸ συνηθείας προδράμοι ἢ γλῶσσα, οὔτε ὑπὸ παθῶν ἀκρατήσει ἢ διάνοια σφαλῇ. Τὴν μὲν γὰρ ὁ τρόπος ὁρθώσει χρηστὸς ὤν, τὴν δὲ τὸ ἔθος τῆς ἀπογῆς τοῦ ὁμνύναι. Πρέπει δὲ τῇ προειρημένῃ τιμῇ τῶν θεῶν ἡ εὐορκία, ὡς ἀεὶ σύμφυτος καὶ ὁπαδὸς τῆς εὐσεβείας· καὶ γὰρ καὶ ὁ ὄρκος τοῦ θεοῦ νόμου ἤν φύλαξ κατὰ τὴν τοῦ παντὸς διακόσμησιν. Τίμα οὖν τὸν νόμον ἐπόμενος αὐτῷ τῇ διατάξει, καὶ σέβου τὸν ὄρκον τῷ μὴ προχειρῶς αὐτῷ καταχρῆσθαι, ἵν’ εἰςὶθὺς εὐορκεῖν ἐκ τοῦ μὴ εἰθίσθαι ὁμνύναι. Μέρος γὰρ οὐ μικρὸν ἐστι τῆς εὐσεβείας ἡ εὐορκία. Καὶ περὶ μὲν τοῦ πρώτου γένους τῶν κρειττόνων καὶ τοῦ θεοῦ νόμου τοῦ τῆς τάξεως ἡγομένου καὶ τοῦ συνεπομένου ὄρκου τῷ νόμῳ τοσαῦτα· ὅτι δὲ καὶ τὸ μετὰ θεοὺς γένος, ὁ ἔφαμεν ἀγγελικὸν εἶναι, δεύτερος χρὴ τιμᾶν ἐπάγει.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
