# Ἠθικὴ στοιχείωσις 465.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 465.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/465.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/465.1

εἰκότως ἐπευφημοῦνται, οὐκ ἐκ θνητῆς συνουσίας αὐτοὶ γεννώμενοι, ἀλλ’ ἐκ τῆς μονοειδοῦς αὐτῶν αἰτίας προῖόντες, οἷον φῶς τῇ οὐσίᾳ τοῦ φωτεινοῦ σώματος σύνδρομον· φῶς δὲ ὑπαίθρων καὶ καθαρῶν, μεθ’ ὃ ἐπινοεῖται τὸ ἐν σκιᾷ φῶς καὶ τὸ ὑποσκιμιγὲς σκότον γινόμενον· πρὸς δ τὴν ἀναλογίαν ἔχει τὸ τρίτον καὶ ἀνθρωπίνον γένος τῷ εἰς κακίαν ποτὲ καὶ λύθρῳ ἐπιτρεπεῖς εἶναι, ὡς καὶ τοῦ ἀεὶ νοεῖν τὸν Θεὸν ἀρίσταται ἄνθρωπος, τῶν μὲν ἀεὶ νοουμένων ἀπολειπόμενος τῷ ποτὲ μὴ νοεῖν, τῶν δὲ ἀλόγων ἀναθεβηκὼς τῷ ποτὲ νοεῖν καὶ πρὸς τὴν Θείαν ἐπιστήμην ἀνακαλεῖσθαι, ὅτε καὶ τῷ Θείῳ συντάττεται χορῷ τὸν ὑλικὸν φθόνον ἀπορρυγὼν καὶ τὴν θνητὴν προσπάθειαν ἀποσεσώμενος. Τότε οὖν καὶ τιμῆς ἀξιος παρ’ ἡμῶν ὁ τῆς Θείας ἀποδοχῆς ἡξιωμένος, ὡς τὸ τῆς φύσεως ἴσον τῇ τοῦ κρείττονος μετουσίᾳ κοσμηθήσας. Προσῆκει γὰρ τιμᾶν τῷ ἐραστῇ τοῦ Θεοῦ καὶ τὰ ὁποσοῦν ὁμοιοώμενα αὐτῷ, εἴτε ἐξ αἰδίου τὴν ὁμοίωσιν εἴη κεκτημένα, εἴτε ἀπὸ τινος χρόνου συγγάνοι ταύτην ἀσκήσαντα· οἷοί εἰσιν οἱ ἀρετῇ διενεγκόντες ἄνθρωποι, περὶ ὧν ἐξῆς ὁ παρὼν λόγος νομοθετεῖ.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
