# Ἠθικὴ στοιχείωσις 466.2

Hierocles, Ἠθικὴ στοιχείωσις, 466.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/466.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/466.2

Τοὺς τε γονεῖς τίμα, τοὺς τ’ ἀγχιστ’ ἐχέγαυδας. Τοὺς μὲν ἀγαθούς ἀνθρώπους, ὡς δαιμονίους καὶ θεούς, εἰδέναι ὁ λόγος ὑπέθετο· τοὺς δὲ γονέας καὶ τοὺς ἐγγύς τι τούτων τῇ φυσικῇ συγγενείᾳ προσήκοντας, ὁποιοὶ ποτ’ ἂν ὦσι, δι’ αὐτὴν τὴν τῆς σχέσεως ἀνάγκην τιμᾶν εἰσηγεῖται. Ὅπερ γὰρ ἡμῖν οἱ κρεῖττονές εἰσι κατὰ τὴν αἰτίαν συγγένειαν, πατέρων μὲν τάξιν ἔχοντες οἱ οὐράνιοι, συγγενῶν δὲ τιμιῶν οἱ ἥρωες· τοῦτο πρὸς τὸν θνητὸν βίον συντελοῦσιν ἡμῖν οἱ γονεῖς καὶ οἱ ἀγχιστεύς, οἱ ἐγγύτατα τῶν γενέων ὄντες, καὶ διὰ τοῦτο τῇ μετὰ γονέας τιμῇ σεμνυνόμενοι. Πῶς οὖν καὶ τούτους τιμήσομεν; ἀπὸ τῶν ἑαυτῶν βίον πρὸς τὴν ἐκείνων ἀπευθύνοντες ψυχήν, ὥστε δοξάζειν τε ταῦτα καὶ πράττειν, ἂ ἐκεῖνοις εἴη φίλα; Ἄλλ’ οὕτως ἂν περιτραπείη ἡ τῶν ἀρετῶν ἀρχαὶ πρὸς κακίας σπουδήν, εἰ τύχοιεν ὄντες πονηροὶ οἱ πατέρες. Ἄλλὰ ἀτιμάσομεν αὐτοὺς εἰς πάντα διὰ τὴν τῆς κακίας κατάγνωσιν; καὶ πῶς ἐπὶ τῷ παρόντι νόμῳ πειθόμεθα; πῶς δὲ τὴν θεοειδῆ εἰκόνα τῶν γενέων ἢ τὴν ἡρωϊκὴν τῶν ἀγχιστέων ἐμφασιν μὴ τιμῶντες οὐκ εἰς ἐκείνους ἀσεβήσομεν, οἷς τούτους ἐοικέναι φαμέν; καὶ οὕτως ἢ δοκοῦσα δι’ ἀπειθείας γενέων ἀρετὴ ἡμῖν ἀσχεῖσθαι εἰς μείζονα κακὸν περιστήσεται, τὴν ἀσέβειαν. Πειθόμενοι δὲ πάντα γονεύσι, πῶς οὐχ

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
