# Ἠθικὴ στοιχείωσις 474.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 474.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/474.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/474.1

Ὁνητὸν σῶμα μετουσία τις τῶν ἀρετῶν ἔργεται, ὅπως ἂν καὶ τὰ συμπεφυκότα τῇ λογικῇ οὐσίᾳ εὐσυγχοσύνης καὶ μετριότητος πληρωθῇ. Τὸ δὲ τῶν θεῶν ἀγαθῶν ἡγεμονοῦν ἡ φρόνησις αὕτη, καλῶς ἐνδιυλέισα τῇ λογικῇ ψυχῇ, διδῶσι περὶ πάντων εὐ βουλεύεσθαι, καὶ τὸν μὲν θάνατον ἀνδρείως φέρειν, τὴν δὲ ἀποβολὴν τῶν χρημάτων πρᾶως καὶ ἡμελῶς. Πᾶσας γὰρ τὰς μεταβολὰς τῆς ὀνητῆς φύσεως, καὶ τῆς ἐπομένης αὐτῇ τύχης, σωφρόνως καὶ ἀνεπλήκτως ὑπομένειν ἡ φρόνησις δύναται. Τὴν γὰρ φύσιν ἐκλελόγισται τῶν πραγμάτων, καὶ οἶδεν, ὡς ἀνάγκη τὸ συμπλασθὲν ἐκ τῆς καὶ ὕδατος διαλυθῆναι πάλιν εἰς αὐτά· καὶ πρὸς τὴν ἀνάγκην οὐκ ἀγριαίνεται· οὐδὲ ἀπονοῦσθαι εἶναι τίθεσται τὰ καλ’ ἡμᾶς, ἐὰν τὸ θνητὸν ἀποθνήσκη. Γινώσκει γὰρ ὡς θανέειν πέπρωται ἅπασι, καὶ τις ὡρισμένος ἐστὶ χρόνος πρὸς διαμονὴν τοῖς θνητοῖς ἡμῶν σώμασιν, οὐ ἐνστάντος, οὐ δεῖ γαλεπάζειν, ἀλλ’ ὡς νόμῳ θεῶ ἐκόντας ἐπεσθαι. Τοῦτο γὰρ νῦν ἡ πεπρωμένη δηλοῖ, ὅροις τισὶν ἀναγκοῖς πεπερατωθῆναι τὴν θνητὴν ἡμῶν ζωὴν· φρονήσεως δὲ ἴδιον εἶναι τοῖς τῶν χρειετῶν ἐπεσθαι δόγμασιν, οὐ τὸ μὴ ἀποθάνειν, ἀλλὰ τὸ εὖ ἀποθάνειν, ἡρεούσης. Ὁμοίως δὲ καὶ τὴν τῶν χρημάτων φύσιν οὐκ ἀγνοεῖ, ὅτι νῦν μὲν ἦλθε, νῦν

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
