# Ἠθικὴ στοιχείωσις 474.2

Hierocles, Ἠθικὴ στοιχείωσις, 474.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/474.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/474.2

δὲ ἀπήλθε, κατὰ τινὰς ὡρισμένας αἰτίας, αἳς ἀντιτεῖνειν ἀδελτερον. Τῶν γὰρ οὐκ ἐφ’ ἡμῖν τῆς κτήσεως ἡμεῖς οὐ κύριοι. Οὐκ ἐφ’ ἡμῖν δὲ τὸ σῶμα καὶ τὰ χρήματα· καὶ ἀπλῶς, ὅσα τῆς λογικῆς ἡμῶν οὐσίας ἔξω κεῖται, οὔτε τὴν ἀρχὴν κτήσασθαι ἐφ’ ἡμῖν, οὔτε φυλάξαι ἐφ’ ὅσον βουλόμεθ’· τὸ δὲ, προσγενομένων καὶ ἀπογινομένων αὐτῶν, μετὰ ἀρετῆς ἀποδέχεσθαι αὐτά, καὶ ἀποτιθέσθαι, τοῦτο ἤν ἐφ’ ἡμῖν, καὶ τῆς λογικῆς οὐσίας ἴδιον, ἂν μὴ ἀλογίστως ἔχειν περὶ τῶν συμβαινόντων ἐστυτὴν ἐθίξη, ἀλλὰ τοῖς θείοις ἐπηται μέτροις, οἷς πάντα τὰ περὶ ἡμᾶς ὡρίσται. Ἐνταῦθα οὖν τὸ ἐφ’ ἡμῖν δύναμιν ἔχει μεγίστην, ἐν τῷ εὖ κρίναι περὶ τῶν οὐκ ἐφ’ ἡμῖν, καὶ μὴ τῇ τούτων προσπαθείᾳ τὴν τοῦ αὐτεξουσίου ἀρετὴν προσασπλέσαι. Τί οὖν ἡ ἡμῶν κρίσις λέγει; Παρόντι μὲν τῷ σώματι καὶ τῷ πλούτῳ καλῶς χρήσθαι, καὶ πρὸς ὑπηρεσίαν ἀρετῆς· ἀπιόντων δὲ, εἰδέσθαι τὸ δεόν, καὶ πρὸς ταῖς ἄλλαις ἀρεταῖς ἀλιπτιὰν κερδαίνειν. Οὕτω γὰρ καὶ ἡ πρὸς θεοὺς εὐσέβεια τηρηθήσεται, καὶ τὰ τῆς δικαιοσύνης μέτρα, εἰ τὸ λογικὸν ἐκμαλοῖ ταῖς περιστάσεσιν εὖ καὶ καλῶς χρήσθαι, καὶ τοὺς τῆς φρονήσεως ὅρους ἀντιτιθέναι τοῖς δοκοῦσιν ὡς ἐτυχε καὶ ἀτάκτως συμβαινειν. Ἄλλως γὰρ οὐκ ἂν ἀρετὴ φυλαχθείη, ἂν μὴ

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
