# Ἠθικὴ στοιχείωσις 475.2

Hierocles, Ἠθικὴ στοιχείωσις, 475.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/475.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/475.2

Τούτων δὲ οὐδὲν τηρήσει δυνατὸς ἔσται ὁ θνητὴν ὑπολαμβάνων εἶναι τὴν ἑαυτοῦ ψυχήν, καὶ ἀλογίστως ἔχειν ἑαυτὸν εἴσας, τί μὲν ἐστὶ τὸ ἀποθνῆσκον ἡμῶν μηδαμῶς λογιζόμενος, καὶ τὸ τῶν χρημάτων δεόμενον, τί δὲ τὸ ἀποιοῦ τὴν ἀρετήν, καὶ τὸ ἐκ ταύτης ωφελούμενον. Μόνῃ γὰρ ἢ τούτων διάκρισις προθυμίαν εἰς ἀρετὰς ἀσκήσιν ἂν παρασχῃ, καὶ πρὸς τὴν τῶν καλῶν κτῆσιν ἐπενείρειεν ἢ ἐκ τοῦ γνῶθι σεαυτὸν καὶ αἰσχύνε σεαυτὸν ἔνθεσις ὁρμή. Πρὸς γὰρ τὴν ἑμετέραν ἀξίαν καὶ τὰ τῶν ἄλλων καθήκοντα παραμετρεῖσθαι δεῖ ἐν ἔργοις τε καὶ λόγοις. Ἡ δὲ τῶν καθηκόντων τήρησις ἀπαράβατος δικαιοσύνη ἂν εἴη· διὸ καὶ προτέτακται τῶν ἄλλων ἀρετῶν, ἵνα τῶν καθηκόντων γένηται μέτρον. Δικαιοσύνην γὰρ, φησιν, ἀσκει ἐργῷ τε λόγῳ τε. Οὐκ οὖν οὐδὲν βλάσφημον ἐρεῖς ἐν ἀπωλείαις χρημάτων, ἢ νόσων ἀληξίσοιν, ἵνα μὴ ἀδίκησ ἐν λόγῳ· ἀλλ’ οὐδὲ τὰ τῶν πλησίων ἀρπάσεις, οὐδὲ μηχανήσῃ δυστυχίας ἀνθρώποις, ἵνα μὴ ἀδίκησ ἐν ἔργῳ. Δικαιοσύνης γὰρ τὴν ψυχὴν φρουρούσης, τὰ προσήκοντα ἀν πράττοιμεν καὶ περὶ ἀνθρώπους, καὶ περὶ ἡμᾶς αὐτούς. Τῆς δὲ δικαιοσύνης τὸ ἀριστον μέτρον ἐστὶν ἢ φρόνησις· ὅθεν

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
