# Ἠθικὴ στοιχείωσις 476.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 476.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/476.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/476.1

τῷ, δικαιοσύνην ἄσκει, ἐπήγαγε, μὴ ἀλογίστως σαυτὸν ἔχειν περὶ μηδὲν ἕλιζε· ὡς μὴ δυναμένης ὑποστηναι δικαιοσύνης ἄνευ φρονήσεως. Τοῦτο γὰρ ἐστὶν ὅντως δίκαιον, ὁ ἡ τελεία φρόνησις ὁρίζει. Αὐτὴ δ' ἂν εἴη ἡ περὶ μηδὲν ἀλογίστως ἔχουσα, ἀλλ' ἐπεσκεμμένως μὲν περὶ τοῦ σώματος ἔχουσα, ἐπεσκεμμένος δὲ καὶ περὶ τῶν εἰς τὴν τοῦτο γνῆσιν συντελούντων· πάντα δὲ ἀτιμότερα ἀρετῆς τιμωμένη, καὶ μεγίστην ὠφελείαν τὴν ἀρίστην διάθεσιν τῆς λογικῆς ψυχῆς, ἀφ' ἧς καὶ τὰ ἄλλα κοσμεῖται κατὰ δύναμιν. Τοιούτος μὲν τῶν προκειμένων ἐπὶν ὁ σκοπός, τὴν τετράδα τῶν πρακτικῶν ἀρετῶν ἀναφῆναι καὶ παραδοῦναι τοῖς ἀχροαταῖς, μετὰ τῆς ἀγρύπνου τῆς τῆς παραφυλακῆς τῆς ἐν λόγοις καὶ ἔργοις πρεπούσης. Τὸ μὲν γὰρ φρόνησιν, τὸ δὲ ἀνδρείαν, τὸ δὲ σωφροσύνην, παραδίδωσι· τὸ δὲ προηγούμενον αὐτῶν τὴν ἐπὶ πάσαις ταῖς ἄλλαις ἀρεταῖς κοινῶς ἐπιθεωρουμένην δικαιοσύνην ἀσχεῖσθαι παραίνει· τὸ δέ, χρήματα δ' ἄλλοτε μὲν κτᾶσθαι φιλεῖ, ἄλλοτ' ὀλέσθαι, παρίστησιν, ὅτι τῇ σωφρονικῇ διαθέσει καὶ ἡ ἐλευθεριότης παρέπεται, ἀρετὴ οὖσα περὶ χρημάτων πρόσοδον καὶ δαπάνην. Τὸ γὰρ μόνον τότε αὐτὰ κτᾶσθαι, καὶ ἀποκτᾶσθαι, ὅτε εἴδωσιν ὁ λόγος, μικρολογίας καὶ ἀσωτίας προαναίρει τὰς ἀφορμάς. Ταῦτα δὲ πάντα,

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
