# Ἠθικὴ στοιχείωσις 486.2

Hierocles, Ἠθικὴ στοιχείωσις, 486.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/486.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/486.2

χρίσεως τῆς ἀρίστης, ἵνα ἡ φιληκοΐα πᾶν ἔλχῃ τὸ γένος τῶν λόγων, ἡ δὲ κρίσις ἀπωθίζεται τὸν χειρόνα. Καὶ οὕτω τὸ Πυθαγορικὸν τηρήσομεν παράγγελμα, μήτε ἐκπληττόμενοι τοὺς πονηροὺς τῶν λόγων, καὶ δι’ αὐτὸ τοῦτο, ὅτι λόγοι εἰσίν, ἀκρίτως αὐτοὺς εἰσδεγόμενοι· μήτε τῶν ἀγαθῶν εἰργόμενοι, διότι λόγοι ἦσαν ὁμοίως τοῖς χειροῖς. Πρῶτον μὲν γὰρ οὐγί, ἢ λόγοι, μεταδιώκοντο, ἀλλ’ ἡ ἀληθείς· οὐδ’ οἱ ἕτεροι καταγνώσκοιντο, ὡς λόγοι, ἀλλ’ ὡς ψευδεῖς. Ἔπειτα κακείνοι εὐθαρσῶς ἂν εἴποιμεν, ὡς μόνοι λόγοι εἰσίν οἱ ἀληθεῖς. Μόνοι γὰρ τῆς λογικῆς οὐσίας τὸ ἀξίωμα τηροῦσι, καὶ εἰσὶ γεννήματα ψυχῆς πρὸς τὸ ἄριστον ἀνατεταγμένης, καὶ τὸν οἰκείον κόσμον κεκτημένης· οἱ δὲ ψευδεῖς τῶν λόγων οὐδὲ λόγοι ὄντως εἰσί, πρὸς γὰρ κακίαν καὶ ψευδοδοξίαν φέροντες, καὶ τὴν εὐγένειαν τῶν λόγων ἠνῆσαντο, καὶ εἰσὶν ἡλοημένης ψυχῆς καὶ πάθεσι συμπεφυρμένης φωναί. Μὴτε οὖν πάντας καταδέχου, φησίν, ἵνα μὴ καὶ τοὺς ψευδεῖς· μήτε πάντας ἀπόβαλλε, ἵνα μὴ καὶ τοὺς ἀληθεῖς. Ἐκάτερον γὰρ ἀτοπον, τοὺς τε ἀγαθοὺς μισῆσαι σὺν τοῖς χειροῖς, καὶ τοὺς ψευδεῖς προσδέσθαι διὰ τοὺς ἀμείνους. Δεῖ δὴ τοὺς μὲν ἀγαθοὺς ἐπαινεῖν, καὶ εἰσδέξαιμενον αὐτοὺς ἀσκέσθαι, καὶ ζητεῖν ὅπη καὶ ἐφ’ ὅσον τῆς ἀληθείας ἐφάπτονται, πρὸς δὲ τοὺς ψευδεῖς τὴν ἀγωνιστικὴν

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
